Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
104 πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δʼ ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν ᾧ γέγραπται ʼπράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλʼ ὅ τι ἂν δύνωνται ἀγαθόν·ʼ ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. εἰ μὲν οὖν ἡγεῖτο ὁ δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας παρρησίας Markland: παρρησίας ἐν τῷ ψηφίσματι MSS. πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτʼ ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι· νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν, ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν.
105 δεῖ δὴ τοὺς πρὸς τὰ κοινὰ φιλοτιμουμένους μὴ κατέχειν μὲν ἑτέρων χώραν πρέσβεων, οὓς ἐξῆν πέμπειν ἀνθʼ ἡμῶν Ἀθηναίους, αὐτοὺς δὲ τὰς πρὸς Θηβαίους ἀπεχθείας φεύγειν, ὧν εἷς ὢν Ἐπαμεινώνδας, Ἐπαμεινώνδας Dobree: Ἐπαμεινώνδας στρατηγός MSS. οὐχ ὑποπτήξας τὸ τῶν Ἀθηναίων ἀξίωμα, εἶπε διαρρήδην ἐν τῷ πλήθει τῶν Θηβαίων, ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας.
106 ταῦτα δʼ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις· συμπρέσβεις Cobet: συμπρέσβεις ἡμῶν MSS. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δʼ οὖν παρʼ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· ἅνθρωπος ἅνθρωπος Sauppe: ἄνθρωπος MSS. οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτʼ ἀγαθὸν ὑπολαμβάνων εἶναι.
107 πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλʼ ὧν ἂν εἴπω τι μὴ δέον, ἢ πράξω τι τῶν μὴ προστεταγμένων. πέρας δὲ τοῦ πράγματος, ἐψηφίσαντο οἱ συμπρέσβεις, κατʼ ἄνδρα ἐπερωτώμενοι ἕκαστον ἐπερωτώμενοι ἕκαστον Cobet: ἐπερτώμενος ἕκαστος MSS. ἡμῶν ὅ τι νομίζοι νομίζοι Markland: νομίζει MSS. συμφέρειν, τοῦτο λέγειν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε.
108 Μαρτυρία

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi