Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
152 ἐμοὶ δέ, ὦ ἄνδρες, ἐκ τῆς Φιλοδήμου θυγατρὸς καὶ Φίλωνος ἀδελφῆς καὶ Ἐπικράτους τρεῖς παῖδές εἰσι, μία μὲν θυγάτηρ, δύο δὲ υἱεῖς· οὓς ἐγὼ δεῦρο ἥκω μετὰ τῶν ἄλλων κομίζων, ἑνὸς ἐρωτήματος ἕνεκα καὶ τεκμηρίου πρὸς τοὺς δικαστάς, ὃ νῦν δὴ ἐρήσομαι. ἐρωτῶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ δοκῶ ἂν ὑμῖν πρὸς τῇ πατρίδι καὶ τῇ τῶν φίλων συνηθείᾳ καὶ ἱερῶν καὶ τάφων πατρῴων μετουσίᾳ τουτουσὶ τοὺς πάντων ἀνθρώπων ἐμοὶ φιλτάτους προδοῦναι Φιλίππῳ, καὶ περὶ πλείονος τὴν ἐκείνου φιλίαν τῆς τούτων σωτηρίας ποιήσασθαι. ποίᾳ κρατηθεὶς ἡδονῇ; ἢ τί πώποτε ἄσχημον ἕνεκα χρημάτων πράξας; οὐ γὰρ ἡ Μακεδονία κακοὺς ἢ χρηστοὺς ποιεῖ, ἀλλʼ ἡ φύσις· οὐδʼ ἐσμὲν ἕτεροί τινες ἥκοντες ἀπὸ τῆς πρεσβείας, ἀλλʼ οἵους ὑμεῖς ἐξεπέμψατε.
153 συμπέπλεγμαι δʼ ἐν τῇ πολιτείᾳ καθʼ ὑπερβολὴν ἀνθρώπῳ γόητι καὶ πονηρῷ, ὃς οὐδʼ ἂν ἄκων ἀληθὲς οὐδὲν εἴποι. ἡγεῖται δέ, ὅταν τι Ψεύδηται, τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν, καὶ τὰ μὴ μὴ added by Casaubon. γεγενημένα οὐ μόνον ὡς ἔστι λέγει, ἀλλὰ καὶ τὴν ἡμέραν ἐν ᾗ φησι γενέσθαι· καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας. ἓν δὲ εὐτυχοῦμεν οἱ μηδὲν ἀδικοῦντες, ὅτι πρὸς τῇ τερατείᾳ τοῦ τρόπου καὶ τῇ τῶν ὀνομάτων συνθέσει νοῦν οὐκ ἔχει. σκέψασθε γὰρ ἀφροσύνην ἅμα καὶ ἀπαιδευσίαν τἀνθρώπου, τἀνθρώπου Markland: ἀνθρώπου MSS. ὃς τοιοῦτον ἐπλάσατο ἐπλάσατο Cobet: ἔπλασε MSS. τὸ περὶ τὴν Ὀλυνθίαν γυναῖκα ψεῦδος κατʼ ἐμοῦ, ἐφʼ ᾧ μεταξὺ λέγων ὑφʼ ὑμῶν ἐξερρίφη· τὸν γὰρ πλεῖστον ἀφεστηκότα τῶν τοιούτων πρὸς τοὺς εἰδότας διέβαλλε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi