Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
155 ἀλλʼ οὐ νῦν, ἀλλὰ παραστησάμενος τὸν τῆς ὀρφανίας τοῖς παισὶν αἴτιον, τί ποτʼ ἀνερεῖ, ἢ τί φθέγξεται; καὶ γὰρ ἐὰν αὐτὰ διεξίῃ τὰ ἐκ τοῦ Ψηφίσματος προστάγματα, ἀλλʼ οὐ τό γʼ ἐκ τῆς ἀληθείας αἰσχρὸν σιωπήσεται, ἀλλὰ τἀναντία δόξει τῇ τοῦ κήρυκος φωνῇ φθέγγεσθαι, ὅτι τόνδε τὸν ἄνδρα, εἰ δὴ καὶ οὗτος ἀνήρ, στεφανοῖ ὁ δῆμος ὁ Ἀθηναίων ἀρετῆς ἕνεκα—τὸν κάκιστον, καὶ ἀνδραγαθίας ἕνεκα—τὸν ἄνανδρον καὶ λελοιπότα τὴν τάξιν.
156 μὴ πρὸς Διὸς καὶ θεῶν, ἱκετεύω ὑμᾶς, ὦ ἄνδρες Αθηναῖοι, μὴ τρόπαιον ἵστατε ἀφʼ ὑμῶν αὐτῶν ἐν τῇ τοῦ Διονύσου ὀρχήστρᾳ, μηδʼ αἱρεῖτε παρανοίας ἐναντίον τῶν Ἑλλήνων τὸν δῆμον τὸν Ἀθηναίων, μηδʼ ὑπομιμνῄσκετε τῶν ἀνιάτων καὶ ἀνηκέστων κακῶν τοὺς ταλαιπώρους Θηβαίους, οὓς φεύγοντας Φεύγουτας Franke: Φυγόντας MSS. διὰ τοῦτον ὑποδέδεχθε τῇ πόλει, ὧν ἱερὰ καὶ τέκνα καὶ τάφους ἀπώλεσεν ἡ Δημοσθένους δωροδοκία καὶ τὸ βασιλικὸν χρυσίον· ἀλλʼ ἐπειδὴ τοῖς σώμασιν οὐ παρεγένεσθε,
157 ἀλλὰ ταῖς γε διανοίαις ἀποβλέψατʼ αὐτῶν εἰς τὰς συμφοράς, καὶ νομίσαθʼ ὁρᾶν ἁλισκομένην τὴν πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσεις οἰκιῶν, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύτιδας γυναῖκας ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν, κλαίοντας, ἱκετεύοντας ὑμᾶς, ὀργιζομένους οὐ τοῖς τιμωρουμένοις, ἀλλὰ τοῖς τούτων αἰτίοις, ἐπισκήπτοντας μηδενὶ τρόπῳ τὸν τῆς Ἑλλάδος ἀλειτήριον στεφανοῦν, ἀλλὰ καὶ τὸν δαίμονα καὶ τὴν τύχην τὴν συμπαρακολουθοῦσαν τῷ ἀνθρώπῳ φυλάξασθαι.
158 οὔτε πόλις γὰρ οὔτʼ ἀνὴρ ἰδιώτης οὐδεὶς πώποτε καλῶς ἀπήλλαξε Δημοσένει συμβούλῳ χρησάμενος. ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ αἰσχύνεσθε, εἰ ἐπὶ μὲν τοὺς πορθμέας τοὺς εἰς Σαλαμῖνα πορθμεύοντας νόμον ἔθεσθε, ἐάν τις αὐτῶν ἄκων ἐν τῷ πόρῳ πλοῖον ἀνατρέψῃ, τούτῳ μὴ ἐξεῖναι πάλιν πορθμεῖ γενέσθαι, ἵνα μηδεὶς αὐτοσχεδιάζῃ εἰς τὰ τῶν Ἑλλήνων σώματα, τὸν δὲ τὴν Ἑλλάδα καὶ τὴν πόλιν ἄρδην ἀνατετροφότα, τοῦτον ἐάσετε πάλιν ἀπευθύνειν τὰ κοινά;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi