Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
165 ὑπερβὰς τοίνυν ἅπαντα ταῦτα, ὑπὲρ τῶν νυνὶ καθεστηκότων λέξω. Λακεδαιμόνιοι μὲν καὶ τὸ ξενικὸν ἐπέτυχον μάχῃ, καὶ διέφθειραν τοὺς περὶ Κόρραγον στρατιώτας, Ἠλεῖοι δʼ αὐτοῖς συμμετεβάλοντο καὶ Ἀχαιοὶ πάντες πλὴν Πελληνέων, καὶ Ἀρκαδία πᾶσα πλὴν Μεγάλης πόλεως, αὕτη δὲ ἐπολιορκεῖτο καὶ καθʼ ἑκάστην ἡμέραν ἐπίδοξος ἦν ἁλῶναι, ὁ δʼ Ἀλέξανδρος ἔξω τῆς ἄρκτου καὶ τῆς οἰκουμένης ὀλίγου δεῖν πάσης μεθειστήκει, ὁ δὲ Ἀντίπατρος πολὺν χρόνον συνῆγε στρατόπεδον, τὸ δʼ ἐσόμενον ἄδηλον ἦν. ἐνταῦθʼ ἡμῖν ἀπόδειξιν ποίησαι, Δημόσθενες, τί ποτʼ ἦν ἃ ἔπραξας, ἢ τί ποτʼ ἦν ἃ ἔλεγες· καὶ εἰ βούλει, παραχωρῶ σοι τοῦ βήματος ἕως ἂν εἴπῃς.
166 ἐπειδὴ δὲ σιγᾶς, ὅτι μὲν ἀπορεῖς, συγγνώμην ἔχω σοι, ἃ δὲ τότʼ ἔλεγες, ἐγὼ νυνὶ λέξω. οὐ μέμνησθε αὐτοῦ τὰ μιαρὰ καὶ ἀπίθανα ῥήματα, ἃ πῶς ποθʼ ὑμεῖς, ὦ σιδηροῖ, ἐκαρτερεῖτε ἀκροώμενοι; ὅτʼ ἔφη παρελθών· ἀμπελουργοῦσί τινες τὴν πόλιν, ἀνατετμήκασί τινες τὰ κλήματα τὰ τοῦ δήμου, ὑποτέτμηται τὰ νεῦρα τῶν πραγμάτων, φορμορραφούμεθα, ἐπὶ τὰ στενά τινες πρῶτον ὥσπερ τὰς βελόνας διείρουσι.
167 ταῦτα δὲ τί ἐστιν, ὦ κίναδος; ῥήματα ἢ θαύματα; καὶ πάλιν ὅτε κύκλῳ περιδινῶν σεαυτὸν ἐπὶ τοῦ βήματος ἔλεγες, ὡς ἀντιπράττων Ἀλεξάνδρῳ· ὁμολογῶ τὰ Λακωνικὰ συστῆσαι, ὁμολογῶ Θετταλοὺς καὶ Περραιβοὺς ἀφιστάναι. σὺ Θετταλοὺς ἀφιστάναι; σὺ γὰρ ἂν κώμην ἀποστήσειας; σὺ γὰρ ἂν προσέλθοις μὴ ὅτι πρὸς πόλιν, ἀλλὰ πρὸς οἰκίαν, ὅπου κίνδυνος πρόσεστιν; ἀλλʼ εἰ μέν που χρήματα ἀναλίσκεται, προσκαθιζήσει, πρᾶξιν δὲ ἀνδρὸς οὐ πράξεις· ἐὰν δʼ αὐτόματόν τι συμβῇ, προσποιήσῃ καὶ σαυτὸν ἐπὶ τὸ γεγενημένον ἐπιγράψεις· ἂν δʼ ἔλθῃ φόβος τις, ἀποδράσῃ· ἂν δὲ θαρρήσωμεν, δωρεὰς αἰτήσεις καὶ χρυσοῦς στεφάνους. χρυσοῦς στεφάνους Weidner: χρυσοῖς στεφάνοις [ or χρυσοῦς στεφάνους] στεφανοῦσθαι [ or ἀξιώσεις στεφανοῦσθαι] MSS.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi