203
οὔτε τὸν ἴδιον βίον τὸν Δημοσθένους πρότερον διεξῆλθον, οὔτε τῶν δημοσίων ἀδικημάτων οὐδενὸς πρότερον ἐμνήσθην, ἄφθονα δήπου καὶ πολλὰ ἔχων, ἢ πάντων γʼ ἂν εἴην ἀπορώτατος· ἀλλὰ πρῶτον μὲν τοὺς νόμους ἐπέδειξα ἀπαγορεύοντας μὴ στεφανοῦν τοὺς ὑπευθύνους, ἔπειτα τὸν ῥήτορα ἐξήλεγξα γράψαντα Δημοσθένην ὑπεύθυνον ὄντα στεφανοῦν οὐδὲν προβαλόμενον, προβαλόμενον Stephanus: προβαλλόμενον MSS. οὐδὲ προσγράψαντα ἐπειδὰν δῷ τὰς εὐθύνας, ἀλλὰ παντελῶς καὶ ὑμῶν καὶ τῶν νόμων καταπεφρονηκότα· καὶ τὰς ἐσομένας πρὸς ταῦτα προφάσεις εἶπον, ἃς ἀξιῶ καὶ ὑμᾶς διαμνημονεύειν.
204
δεύτερον δʼ ὑμῖν διεξῆλθον τοὺς περὶ τῶν κηρυγμάτων νόμους, ἐν οἷς διαρρήδην ἀπείρηται τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττεσθαι ἔξω τῆς ἐκκλησίας· ὁ δὲ ῥήτωρ ὁ φεύγων τὴν γραφὴν οὐ τοὺς νόμους μόνον παραβέβηκεν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναρρήσεως καὶ τὸν τόπον, κελεύων οὐκ ἐν τῇ ἐκκλησίᾳ, ἀλλʼ ἐν τῷ θεάτρῳ τὴν ἀνάρρησιν γίγνεσθαι, οὐδʼ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ μελλόντων τραγῳδῶν εἰσιέναι. ταῦτα δʼ εἰπὼν μικρὰ μὲν περὶ τῶν ἰδίων εἶπον, τὰ δὲ πλεῖστα περὶ τῶν δημοσίων ἀδικημάτων.
205
οὕτω δὴ καὶ τὸν Δημοσθένην ἀξιώσατε ἀπολογεῖσθαι, πρὸς τὸν τῶν ὑπευθύνων νόμον πρῶτον, τὸν περὶ τῶν κηρυγμάτων δεύτερον, τρίτον δὲ τὸ μέγιστον, μέγιστον λέγω MSS.: Blass brackets λέγω. ὡς οὐδὲ ἀνάξιός ἐστι τῆς δωρεᾶς. ἐὰν δʼ ὑμῶν δέηται συγχωρῆσαι αὑτῷ περὶ τῆς τάξεως τοῦ λόγου, κατεπαγγελλόμενος ὡς ἐπὶ τῇ τελευτῇ τῆς ἀπολογίας λύσει τὸ παράνομον, μὴ συγχωρεῖτε, μηδʼ ἀγνοεῖθʼ ὅτι πάλαισμα τοῦτʼ ἔστι δικαστηρίου· οὐ γὰρ εἰσαῦθίς ποτε βούλοιτʼ ἂν πρὸς τὸ παράνομον ἀπολογεῖσθαι, ἀλλʼ οὐδὲν ἔχων δίκαιον εἰπεῖν, ἑτέρων παρεμβολῇ πραγμάτων εἰς λήθην ὑμᾶς βούλεται τῆς κατηγορίας ἐμβαλεῖν.