213
περὶ δὲ Κτησιφῶντος τοῦ γράψαντος τὴν γνώμην βραχέα βούλομαι εἰπεῖν, τὰ δὲ πολλὰ ὑπερβήσομαι, ἵνα καὶ πεῖραν λάβω, καὶ πεῖραν λάβω Baiter and Sauppe: the MSS. have also ὑμῶν in varying position. εἰ δύνασθε τοὺς σφόδρα πονηρούς, κἂν μή τις προείπῃ, διαγιγνώσκειν. ὃ δʼ ἐστὶ κοινὸν καὶ δίκαιον κατʼ ἀμφοτέρων αὐτῶν ἀπαγγεῖλαι πρὸς ὑμᾶς, τοῦτʼ ἐρῶ. περιέρχονται γὰρ τὴν ἀγορὰν ἀληθεῖς κατʼ ἀλλήλων ἔχοντες δόξας καὶ λόγους οὐ ψευδεῖς λέγοντες.
214
ὁ μὲν γὰρ Κτησιφῶν οὐ τὸ καθʼ ἑαυτόν φησι φοβεῖσθαι, ἐλπίζειν γὰρ δόξειν ἰδιώτης εἶναι, ἀλλὰ τὴν τοῦ Δημοσθένους ἐν τῇ πολιτείᾳ δωροδοκίαν δωροδοκίαν Hamaker: δωροδοκίαν φησὶ φοβεῖσθαι MSS. καὶ τὴν ἐμπληξίαν καὶ δειλίαν· ὁ δὲ Δημοσθένης εἰς αὑτὸν μὲν ἀποβλέπων θαρρεῖν φησιν, τὴν δὲ τοῦ Κτησιφῶντος πονηρίαν καὶ πορνοβοσκίαν ἰσχυρῶς δεδιέναι. τοὺς δὴ κατεγνωκότας ἀλλήλων μηδαμῶς ὑμεῖς οἱ κοινοὶ κριταὶ τῶν ἐγκλημάτων ἀπολύσητε.
215
περὶ δὲ τῶν εἰς ἐμαυτὸν λοιδοριῶν βραχέα βούλομαι προειπεῖν. πυνθάνομαι γὰρ λέξειν Δημοσθένην, ὡς ἡ πόλις ὑπʼ αὐτοῦ μὲν ὠφέληται πολλά, ὑπʼ ἐμοῦ δὲ καταβέβλαπται, καὶ τὸν Φίλιππον καὶ τὸν Ἀλέξανδρον καὶ τὰς ἀπὸ τούτων αἰτίας ἀνοίσειν ἐπʼ ἐμέ. οὕτω δʼ δ’ Blass: γάρ MSS. ἐστὶν ὡς ἔοικε δεινὸς δημιουργὸς λόγων, ὥστε οὐκ ἀποχρῇ αὐτῷ, εἴ τι πεπολίτευμαι παρʼ ὑμῖν ἐγώ, ἢ εἴ τινας δημηγορίας εἴρηκα,
216
τούτων κατηγορεῖν, ἀλλὰ καὶ τὴν ἡσυχίαν αὐτὴν τοῦ βίου διαβάλλει καὶ τῆς σιωπῆς μου κατηγορεῖ, ἵνα μηδεὶς αὐτῷ τόπος ἀσυκοφάντητος παραλείπηται, καὶ τὰς ἐν τοῖς γυμνασίοις μετὰ τῶν νεωτέρων μου διατριβὰς καταμέμφεται, καὶ κατὰ τῆσδε τῆς κρίσεως εὐθὺς ἀρχόμενος τοῦ λόγου φέρει τινὰ αἰτίαν, λέγων ὡς ἐγὼ τὴν γραφὴν οὐχ ὑπὲρ τῆς πόλεως ἐγραψάμην, ἀλλʼ ἐνδεικνύμενος Ἀλεξάνδρῳ διὰ τὴν πρὸς αὐτὸν ἔχθραν.