33
εἰσὶ δέ τινες ὑμῶνὑμῶν A: ἡμῶν Q. οἳ τοσαύτην ὑπερβολὴν τῆς ἐπιθυμίας ἔχουσιν εἰρήνην ὡς τάχιστα γενέσθαι· φασὶ γὰρ καὶ τὰς τετταράκονθʼ ἡμέρας ἐν αἷς ὑμῖνὑμῖν Bekker: ἡμῖν codd. ἔξεστι βουλεύεσθαι περίεργον εἶναι, καὶ τοῦτο ἀδικεῖν ἡμᾶς· αὐτοκράτορας γὰρ πεμφθῆναι εἰς Λακεδαίμονα διὰ ταῦθʼ,ταῦθʼ Reiske: ταύτην codd. ἵνα μὴ πάλιν ἐπαναφέρωμεν. τήν τε ἀσφάλειαν ἡμῶν τῆς ἐπαναφορᾶς δέος ὀνομάζουσι, λέγοντες ὡς οὐδεὶς πώποτε τὸν δῆμον τὸντὸν Spengel: τῶν codd. Ἀθηναίων ἐκ τοῦ φανεροῦ πείσας ἔσῳσεν, ἀλλὰ δεῖ λαθόντας ἢ ἐξαπατήσαντας αὐτὸν εὖ ποιῆσαι.
34
τὸν λόγον οὖν τοῦτον οὐκ ἐπαινῶ. φημὶ γάρ, ὦ Ἀθηναῖοι, πολέμου μὲν ὄντος ἄνδρα στρατηγὸν τῇ πόλει τε εὔνουν εἰδότα τε ὅ τι πράττῃ,πράττῃ Ψδέν: πράττοι codd. λανθάνοντα δεῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων καὶ ἐξαπατῶντα ἄγειν ἐπὶἐπὶ A: παρὰ Q. τοὺς κινδύνους, εἰρήνης δὲ πέρι πρεσβεύονταςπρεσβεύοντας A: πρεσβεύοντα Q. κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν, ἀλλὰ πολὺ μᾶλλον ἐπαινεῖν ἢ ψέγειν, εἰ πεμφθέντες αὐτοκράτορες ἔτιἔτι Reiske: τιcodd. ἀποδώσομεν ὑμῖνὑμῖν apogr.: ἡμῖν AQ. περὶ αὐτῶνπερὶ αὐτῶν A: περὶ τῶν αὐτῶνQ. σκέψασθαι. βουλεύσασθαι μὲν οὖν ἀσφαλῶςἀσφαλῶς om. Q. χρὴ κατὰ δύναμιν, οἷς δʼ ἂν ὀμόσωμεν καὶ συνθώμεθα, τούτοις ἐμμένειν.
35
οὐ γὰρ μόνον, ὦ Ἀθηναῖοι, πρὸς γράμματα τὰ γεγραμμένα δεῖ βλέποντας πρεσβεύειν ἡμᾶς, ἀλλὰ καὶ πρὸς τοὺς τρόπους τοὺς ὑμετέρους. ὑμεῖς γὰρ περὶ μὲν τῶν ἑτοίμων ὑμῖν ὑπονοεῖν εἰώθατε καὶ δυσχεραίνειν, τὰ δʼ οὐκ ὄντα λογοποιεῖν ὡς ἔστιν ὑμῖν ἕτοιμα· κἂν μὲν πολεμεῖν δέῃ, τῆς εἰρήνης ἐπιθυμεῖτε, ἐὰν δέ τις ὑμῖνὑμῖν Q: ἡμῖν A. τὴν εἰρήνην πράττῃ, λογίζεσθε τὸν πόλεμον ὅσα ἀγαθὰ ὑμῖν κατηργάσατο.
36
ὅπου καὶ νῦν ἤδη τινὲς λέγουσιν οὐ γιγνώσκειν τὰς διαλλαγὰς αἵτινές εἰσιν, τείχη καὶ νῆες εἰ γενήσονται τῇ πόλει· τὰ γὰρ ἴδια τὰ σφέτερʼ αὐτῶν ἐκ τῆς ὑπερορίας οὐκ ἀπολαμβάνειν, ἀπὸ δὲ τῶν τειχῶν οὐκ εἶναι σφίσι τροφήν. ἀναγκαίως οὖν ἔχει καὶ πρὸς ταῦτʼ ἀντειπεῖν.