5
πρῶτον μὲν τὸν Πειραιᾶτότε post Πειραια = add. A. ἐτειχίσαμεν ἐν τούτῳ τῷ χρόνῳ, εἶτα τὸ μακρὸν τεῖχος τὸ βόρειον· ἀντὶ δὲ τῶν τριήρων αἳ τότε ἡμῖν ἦσαν παλαιαὶ καὶ ἄπλοι, αἷς βασιλέα καὶ τοὺς βαρβάρουςτοὺς βαρβάρους Q: βαρβάρους A. καταναυμαχήσαντες ἠλευθερώσαμεν τοὺς Ἕλληνας, ἀντὶ τούτων τῶν νεῶν ἑκατὸν τριήρεις ἐναυπηγησάμεθα, καὶ πρῶτον τότε τριακοσίους ἱππέας κατεστησάμεθα καὶ τοξότας τριακοσίους Σκύθας ἐπριάμεθα. καὶκαὶ del. Blass, coll. 7, 9. ταῦτα ἐκ τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷτῷ Spengel: τῶν codd. Ἀθηναίων ἐγένετο.
6
μετὰ δὲ ταῦτα διʼ Αἰγινήτας εἰς πόλεμον κατέστημεν, καὶ πολλὰ κακὰ παθόντες πολλὰ δὲ ποιήσαντες ἐπεθυμήσαμεν πάλιν τῆς εἰρήνης, καὶ ᾑρέθησανᾑρέθησαν Q: εὑρέθησαν A. δέκα ἄνδρες ἐξ Ἀθηναίων ἁπάντων πρέσβεις εἰς Λακεδαίμονα περὶ εἰρήνης αὐτοκράτορες, ὧν ἦν καὶ Ἀνδοκίδης ὁ πάππος ὁ ἡμέτερος. οὗτοι ἡμῖνἡμῖν Q: ὑμῖν A. εἰρήνην ἐποίησανἐποίησαν Bekker: ἐποιήσαντο codd. πρὸς Λακεδαιμονίους ἔτη τριάκοντα. καὶ ἐν τοσούτῳ χρόνῳ ἔστιν ὅπου, ὦ Ἀθηναῖοι, ὁ δῆμος κατελύθη; τί δέ; πράττοντές τινες δήμου κατάλυσιν ἐλήφθησαν; οὐκ ἔστιν ὅστις ἀποδείξει. ἀλλʼ αὐτὸ τὸ ἐναντιώτατον·
7
αὕτη γὰρ ἡ εἰρήνη τὸν δῆμον τὸν Ἀθηναίωντὸν Ἀθ. Bekker: τῶν Ἀθ. codd. ὑψηλὸν ἦρε καὶ κατέστησεν ἰσχυρὸν οὕτως ὥστε πρῶτον μὲν ἐν τούτοις τοῖς ἔτεσιν εἰρήνην λαβόντεςλαβόντες] ἄγοντες Reiske. ἀνηνέγκαμεν χίλια τάλαντα εἰς τὴν ἀκρόπολιν, καὶ νόμῳ κατεκλῄσαμεν ἐξαίρετα εἶναι τῷ δήμω, τοῦτο δὲ τριήρεις ἄλλας ἑκατὸν ἐναυπηγησάμεθα, καὶ ταύτας ἐξαιρέτους ἐψηφισάμεθα εἶναι, νεωσοίκους τε ᾠκοδομησάμεθα, χιλίους τε καὶ διακοσίους ἱππέας καὶ τοξότας τοσούτους ἑτέρους κατεστήσαμεν, καὶ τὸ τεῖχος τὸ μακρὸν τὸ νότιον ἐτειχίσθη. ταῦτα ἐκ τῆςἐκ ταύτης τῆς QL. εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷτῷ Spengel: τῶν codd. Ἀθηναίων ἐγένετο.