Thesauros Edebiyat Hitabet Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου Andocides ca. 440-ca. 390 B.C
11 πρῶτον μὲν οὖν πείσας ὑμᾶςὑμᾶς A: ἡμᾶς Q. τὸν φόρον ταῖς πόλεσιν ἐξ ἀρχῆς τάξαι τὸν ὑπʼ Ἀριστείδου πάντων δικαιότατα τεταγμένον, αἱρεθεὶς ἐπὶ τούτῳ δέκατος αὐτὸς μάλιστα διπλάσιον αὐτὸν ἑκάστοιςἑκάστοις Blass: ἑκάστω codd. τῶν συμμάχων ἐποίησεν, ἐπιδείξας δʼ αὑτὸν φοβερὸν καὶ μέγα δυνάμενον ἰδίας ἀπὸ τῶν κοινῶν προσόδους κατεσκευάσατο. σκέψασθε δὲ πῶς ἄν τις κακὰ μείζω τούτων κατασκευάσειεν, εἰ τῆς σωτηρίας ἡμῖν πάσης διὰ τῶν συμμάχων οὔσης, ὁμολογουμένως νῦν κάκιον ἢ πρότερον πραττόντων, τὸν φόρον ἑκάστοιςἑκάστοις Baiter et Sauppe: ἑκάστης codd. διπλασιάσειεν.
12 ὥστʼ εἴπερ ἡγεῖσθε πολίτην ἀγαθὸν Ἀριστείδην καὶ δίκαιον γεγονέναι, τοῦτον προσήκει κάκιστον νομίζειν, ὡς τἀναντία περὶ τῶν πόλεωνπερὶ τῶν πόλεων om. Q. ἐκείνῳ γιγνώσκοντα. τοιγάρτοι διὰ ταῦτα πολλοὶ τὴν πατρίδα τὴν αὑτῶν ἀπολιπόντεςἀπολιπόντες A: καταλιπόντες Q. φυγάδες γίγνονται καὶ εἰς Θουρίους οἰκήσοντες ἀπέρχονται. δηλώσει δὲ ἡ τῶν συμμάχων ἔχθρα, ὅταν πρῶτονὅταν πρῶτον Reiske: πρῶτον ὅταν codd. ἡμῖν καὶ Λακεδαιμονίοις γένηται ναυτικὸς πόλεμος. ἐγὼ δὲ νομίζω τὸν τοιοῦτον πονηρὸν εἶναι προστάτην, ὅστις τοῦ παρόντος χρόνου ἐπιμελεῖται, ἀλλὰ μὴ καὶ τοῦ μέλλοντος προνοεῖται, καὶ τὰ ἥδιστα τῷ πλήθει, παραλιπὼν τὰ βέλτιστα, συμβουλεύει.
13 θαυμάζω δὲ τῶν πεπεισμένων Ἀλκιβιάδην δημοκρατίας ἐπιθυμεῖν, τοιαύτης πολιτείας ἣ μάλιστα κοινότητα δοκεῖ ᾑρῆσθαι,ᾑρῆσθαι Valckenaer: εὑρῆσθαι codd. οἳ οὐδʼ ἀπὸ τῶν ἰδίων αὐτὸν θεῶνται, ὁρῶντες τὴν πλεονεξίαν καὶ τὴν ὑπερηφανίαν, ὃς τὴν Καλλίου γήμας ἀδελφὴν ἐπὶ δέκα ταλάντοις, τελευτήσαντος Ἱππονίκου στρατηγοῦντος ἐπὶ Δηλίῳ ἕτερα τοσαῦτα προσεπράξατο, λέγων ὡς ὡμολόγησεν ἐκεῖνος, ὁπότε παῖς αὐτῷ ἐκ τῆς θυγατρὸςθυγατρὸς αὐτοῦ γένοιτο Q. γένοιτο, προσθήσειν ταῦτα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi