17
ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέατὸν γραφέα om. Q. συνεισελθεῖν οἴκαδεοἴκαδε del. Hirschig. τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομένου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρʼ ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. ὅπερ ἐποίησε· καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. οὕτω δʼ ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼνπροσελθὼν A: προελθὼν Q. ἐνεκάλει αὐτῷ ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλʼ ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημοκρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος· οὐδὲν γὰρ ἧττον ἐδεδέκειἐδεδέκει Emperius: ἐδεδοίκει codd. τῶν ὁμολογουμένων δούλων.
18
ἀγανακτῶ δʼ ἐνθυμούμενος ὑμῖν μὲνὑμῖν μὲν οὐδὲ A corr.: ὑμῖν οὐδὲ A pr. Q. οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων· ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθʼ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον· ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν· τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτʼ ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται.
19
νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις· ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶςφανερῶς Q: φανερὸς A : γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆςτοῖς τῆς πόλεως Q: τοῖς πόλεως A. πόλεως, ἀλλʼ ὑμᾶς τοῖς αὑτοῦαὑτοῦ Baiter et Sauppe: αὐτοῦ codd. τρόποις ἀκολουθεῖν ἀξιῶν.