Thesauros Edebiyat Hitabet Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου Andocides ca. 440-ca. 390 B.C
23 ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰργὰρ A: δὲ Q. παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντʼ ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ ἧςἧς om. A pr. τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε· τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλʼ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δʼ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμέναπαρανόμως πεπραγμένα Q: pepr. παρανόμως A. ῥᾳθύμως φέρετε.
24 πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.
25 ἡγοῦμαι δʼ αὐτὸν πρὸς ταῦταταῦτα Meier: τοῦτο codd. μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι.ἀπολογήσεσθαι Ald.: ἀπολογήσασθαι codd. ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον ἢ σῴζεσθαι. διηγήσομαι δʼ ὑμῖν.
26 Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς ἱππικοὺς τύχῃτύχῃ] τέχνῃ Schiller, Cobet: τιμῇ Sluiter. τοὺς πλείστους κρινομένους. τοῦτον Ἀλκιβιάδης πολίτην ὄντα καὶ οὐοὐ add. Stephanus. τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, τὸ ζεῦγοςτὸ ζεῦγος add. Scaliger. ἀφελόμενος αὐτὸς ἠγωνίζετο. καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρωνὑμετέρων A: ἡμετέρων Q. ἀφίκετο ζεῦγος ἵππων ἔχων;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi