Thesauros Edebiyat Hitabet Τετραλογία Α΄

Τετραλογία Α΄

Τετραλογία Α΄ Antiphon ca. 480-411 B.C
6 ἔτι δὲ μείζους καὶ πλείους διωχθεὶς οὐδεπώποτʼ ἀποφυγὼν ἱκανὸν μέρος τῶν ὄντων ἀποβέβληκε, τὰ δʼ ἄγχιστα ἱερῶν κλοπῆς δυοῖν ταλάντοιν γεγραμμένος ὑπʼ αὐτοῦ, συνειδὼς μὲν αὑτῷ τὸ ἀδίκημα, ἔμπειρος δʼ ὢν τῆς τούτου δυνάμεως, μνησικακῶν δὲ τῶν ἔμπροσθεν, εἰκότως μὲν ἐπεβούλευσεν, εἰκότως δʼ ἀμυνόμενος τὴν ἔχθραν ἀπέκτεινε τὸν ἄνδρα.
7 ἥ τε γὰρ ἐπιθυμία τῆς τιμωρίας ἀμνήμονα τῶν κινδύνων καθίστη αὐτόν, ὅ τε φόβος τῶν ἐπιφερομένων κακῶν ἐκπλήσσων θερμότερον ἐπιχειρεῖν ἐπῇρεν. ἤλπιζέ τε τάδε μὲν δράσας καὶ λήσειν ἀποκτείνας αὐτὸν καὶ ἀποφεύξεσθαι τὴν γραφήν· οὐδὲοὐδὲ Reiske: οὔτε codd. γὰρ ἐπεξιέναι οὐδένα, ἀλλʼ ἐρήμην αὐτὴν ἔσεσθαι·
8 εἴ τε καὶ ἁλοίη, τιμωρησαμένῳ κάλλιον ἔδοξεν αὐτῷ ταῦτα πάσχειν, ἢ ἀνάνδρως μηδὲν ἀντιδράσαντα ὑπὸ τῆς γραφῆς διαφθαρῆναι. σαφῶς δʼ ᾔδει ἁλωσόμενος αὐτήν· οὐ γὰρ ἂν τόνδε τὸν ἀγῶνα ἐνόμισεν ἀσφαλέστερον εἶναι.
9 τὰ μὲν βιασάμενα ταῦτά ἐστιν ἀσεβῆσαι αὐτόν. μάρτυρες δʼ εἰ μὲν πολλοὶ παρεγένοντο, πολλοὺς ἂν παρεσχόμεθα· ἑνὸς δὲ τοῦ ἀκολούθου παραγενομένου, οἳ τούτου ἤκουον μαρτυρήσουσιν. ἔμπνους γὰρ ἔτι ἀρθείς, ἀνακρινόμενος ὑφʼ ἡμῶν, τοῦτον μόνον ἔφη γνῶναι τῶν παιόντωνπαιόντων cf. Bekker, coll.δ, 4· παρόντων codd. αὐτούς.
9 ἐξελεγχόμενος δʼ ὑπό τε τῶν εἰκότων ὑπό τε τῶν παραγενομένων, οὐδενὶ τρόπῳ οὔτε δικαίως οὔτε συμφερόντως ἀπολύοιτʼ ἂν ὑφʼ ὑμῶν.
10 οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἶεν, εἰ μήθʼ ὑπὸ τῶν παραγενομένων μήθʼ ὑπὸ τῶν εἰκότων ἐξελέγχονται· ἀσύμφορόν θʼ ὑμῖν ἐστὶ τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς τετε add. Blass. τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους· ἐκ γὰρ τούτων αἵ τʼ ἀφορίαι γίγνονται δυστυχεῖς θʼ αἱ πράξεις καθίστανται.
11 οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι.

Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi