Thesauros Edebiyat Hitabet Τετραλογία Γ΄

Τετραλογία Γ΄

Τετραλογία Γ΄ Antiphon ca. 480-411 B.C
5 οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον ἢ τῷ ἀμυνομένῳ ἐστίν. ὁ μὲν γὰρ ἃ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· ὁ δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦκαὶ τῆς ἑαυτοῦ om. Ν. καὶ τῆς ἐκείνου ἁμαρτίας αἴτιος ὢναἴτιος ὢν add. Maetzner:ἁμ. δίκαιος φορεὺς tentavit Thalheim. δίκαιος φονεὺς εἶναί ἐστιν.
6 ὡς δὲ οὐδὲ κρεισσόνωςκρεισσόνως Reiske: κρεῖσσον (-ων) ὢν codd. ἀλλὰ πολὺ ὑποδεεστέρως ὧν ἔπασχεν ἠμύνετο, διδάξω. ὁ μὲν ὑβρίζων καὶ παροινῶν πάντʼ ἔδρα καὶ οὐδὲν ἠμύνατο· ὁ δὲ μὴ πάσχειν ἀλλὰ ἀπωθεῖσθαι ζητῶν, ἅ τε ἔπασχεν ἀκουσίως ἔπασχεν, ἅ τʼ ἔδρασε τὰ παθήματα βουλόμενος διαφυγεῖν ἐλασσόνως ἢ κατʼ ἀξίαν τὸν ἄρξαντα ἠμύνετο, καὶ οὐκ ἔδρα.
7 εἰ δὲ κρείσσων ὢν τὰς χεῖρας κρεισσόνως ἠμύνετο ἢ ἔπασχεν, οὐδʼ οὕτω δίκαιος ὑφʼ ὑμῶν καταλαμβάνεσθαί ἐστι. τῷ μὲν γὰρ ἄρξαντι πανταχοῦ μεγάλα ἐπιτίμια ἐπίκειται, τῷ δὲ ἀμυνομένῳ οὐδαμοῦ οὐδὲν ἐπιτίμιον γέγραπται.
8 πρὸς δὲ τὸ μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἀποκέκριται· οὐ γὰρ ὑπὸ τῶν πληγῶν ἀλλʼ ὑπὸ τοῦ ἰατροῦ ὁ ἀνὴρ ἀπέθανεν, ὡς οἱ μάρτυρες μαρτυροῦσιν. ἔστι δὲ καὶ ἡ τύχη τοῦ ἄρξαντος καὶ οὐ τοῦ ἀμυνομένου. ὁ μὲν γὰρ ἀκουσίως πάντα δράσας καὶ παθὼν ἀλλοτρίᾳ τύχῃ κέχρηται· ὁ δὲ ἑκουσίως πάντα πράξας, ἐκ τῶν αὑτοῦ ἔργων τὴνμίασμα] μήνιμα Briegleb. τύχην προσαγόμενος,προσαγόμενος Reiske: προαγόμενος codd. τῇ αὑτοῦ ἀτυχίᾳ ἥμαρτεν.
9 ὡς μὲν οὖνοὖν om. Ν. οὐδενὶ ἔνοχος τῶν κατηγορημένων ὁ διωκόμενός ἐστιν, ἀποδέδεικται. εἰ δέ τις κοινὴν μὲν τὴν πρᾶξιν, κοινὴν δὲ τὴν ἀτυχίαν αὐτῶν ἡγούμενος εἶναι, μηδὲν ἀπολύσιμον μᾶλλον ἢ καταλήψιμον ἐκ τῶν λεγομένων γιγνώσκει αὐτὸν ὄντα, καὶ οὕτως ἀπολύειν μᾶλλον ἢ καταλαμβάνειν δίκαιόςδίκαιος Ν: δίκαιον Α. ἐστι. τόν τε γὰρ διώκοντα οὐ δίκαιον καταλαμβάνειν, μὴ σαφῶς διδάξαντα ὅτι ἀδικεῖται· τόν τε φεύγοντα ἀνόσιον ἁλῶναι, μὴ φανερῶς ἐλεγχθέντα ἃ ἐπικαλεῖται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi