Thesauros Edebiyat Hitabet Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
91 καὶ μὴν εἰ δέοι ἁμαρτεῖν τι, τὸ τι, τὸ Maetzner: ἐπὶ τῷ codd.: τι ἁμαρτεῖν τὸ Stobaeus, qui verba εἰ δέοι ... ἀσέβημα, memoriter fortasse, sic affert, Flor. xlvi 19:εἰ δέοι τι ἁμαρτεῖν, τὸ ἀαδ. ἀπολῦσαι ὁσιώτερον τοῦ ἀδίκως ἀπολέσαι· τὸ μὲν γὰρ ἁμ. ἐστι, τὸ δὲ ἀδίκως ἀποκτεῖναι ἀσεβῆμα. ἀδίκως ἀπολῦσαι ὁσιώτερον ἂν εἴη ἂν εἴη Dobree: ἂν ἦ codd.: om. Stobaeus. τοῦ τοῦ Stobaeus, Ald.:τὸ codd. μὴ δικαίως ἀπολέσαι· τὸ μὲν γὰρ ἁμάρτημα μόνον ἐστί, τὸ δὲ ἕτερον καὶ ἀσέβημα. ἐν ᾧ χρὴ πολλὴν πρόνοιαν ἔχειν, μέλλοντας ἀνήκεστον ἀνήκεστον Stephanus: ἀνηκέστερον codd. ἔργον ἐργάζεσθαι. ἐν μὲν γὰρ ἀκεστῷ ἀκεστῷ Stephanus: ἑκάστῳ codd. πράγματι καὶ ὀργῇ χρησαμένους καὶ διαβολῇ πιθομένους πιθομένους Cobet: πειθομένους codd. ἔλαττόν ἐστιν ἐξαμαρτεῖν· μεταγνοὺς γάρ τις τις add. Bohlmann. ἔτι ἂν ὀρθῶς βουλεύσαιτο· ἐν δὲ τοῖς ἀνηκέστοις πλέον βλάβος τὸ μετανοεῖν καὶ γνῶναι ἐξημαρτηκότας. ἤδη δέ τισιν ὑμῶν καὶ μετεμέλησεν ἀπολωλεκόσι. καίτοι ὅπου ὅπου Leo: οὔπω codd. ὑμῖν τοῖς ἐξαπατηθεῖσι μετεμέλησεν, ἦ ἦ Leo: εἰ codd. καὶ πάνυ τοι χρῆν χρῆν Blass: χρὴ codd. τούς γε ἐξαπατῶντας ἀπολωλέναι.
92 ἔπειτα δὲ τὰ μὲν ἀκούσια τῶν ἁμαρτημάτων ἔχει συγγνώμην, τὰ δὲ ἑκούσια οὐκ ἔχει. τὸ μὲν γὰρ γὰρ om. N ἀκούσιον ἁμάρτημα, ὦ ἄνδρες, τῆς τύχης ἐστί, τὸ δὲ ἑκούσιον τῆς γνώμης. ἐστίν post γν. habet N. ἑκούσιον δὲ πῶς ἂν εἴη μᾶλλον ἢ εἴ τις, ὧν βουλὴν ποιοῖτο, ταῦτα παραχρῆμα ἐξεργάζοιτο; ἐξεργάζοιτο N. ἐργάζοιτο A. καὶ μὴν τὴν ἴσην γε δύναμιν ἔχει, ὅστις τε ἂν τῇ χειρὶ ἀποκτείνῃ ἀδίκως καὶ ὅστις τῇ ψήφῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi