32
πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν ὅ τι ἂν ὅ τι ἂν Ald.: ὅταν codd. ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ εἰ μὲν γὰρ ἐγὼ Gebauer: εἰ γὰρ ἐγὼ μὲν A pr. N:μὲν del. ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων.
33
ἕως μὲν οὖν μετὰ χρηστῆς χρηστῆς N. χρηστῆς τῆς A. ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ δὲ A corr. N:μὲν A pr. τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν, ὠφέλησεν Reiske: ὠφέλησαν codd.
34
ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν ἂν secl. Dobree:πρὶν ἐγὼ ἀνελθοιμι Ignatius. ἐγὼ ἔλθοιμι.
35
δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ αὐτοῦ om. A pr. χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.
36
ΜάρτυρεςTitulum inseruit Reiske.
36
ἐχρῆν μὲν μὲν om. N. γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη;