Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
78 ἀκούσατε, ὦ Ἀθηναῖοι, κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, ὃ ὃ A corr. ras.: ὅτ. N pr.: ὅτε A pr. N. corr. τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν ὁ δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ Διὸς τοῦ Δωδωναίου· σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον.
79 Μαντεία
79 λέγε δὴ τὸ καλὸν ψήφισμα τούτου.
79 Ψηφίσματος Μέρος
79 δημοτικός γʼ ὁ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δʼ ἂν οὗτος οὗτος Ν: αὐτὸς Α. ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργα ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά.
80 Τὸ Λοιπὸν τοῦ Ψηφίσματος
80 ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα τὸ ψήφισμα] del. Bekker. τὰς ᾑρημένας ᾑρημένας Wolf: εἰρημένας codd. πρεσβείας. ἐπειδὴ γὰρ γὰρ add. Reiske. ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνεία Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵνʼ ἐκ τῆς πόλεως ἀποδραίη, ᾤχετο ᾤχετο hic add. Blass (iam infra post τάλαντα suppleverat Maetzner'. συσκευασάμενος ἐκ ἐκ add. Wurm. τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχʼ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν.
81 τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ ἐν τῷ βίῳ] delendum ci. Maetzner, qui post μάχην interpunxit. Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτʼ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι ἐπιτρέψαι Α: ἐπιτρέψειν Ν. κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος προβαλόμενος A corr. ras.: προβαλλόμενος A pr. N. ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi