Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
82 ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα, ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρχεθεωρὸν αὑτὸν ἐπέδωκε ἐπέδωκε Scaliger: ἀπέδωκε codd. τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν.
82 λέγε δὴPost δὴ lacunam susp. Maetzner, infra post ὑμῶν Weil.καὶ τὸ περὶ ζητήσεως τῶν χρημάτων ψήφισμα, ἃ ἃ Maetzner: ὃ codd. ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρʼ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν.Ψήφισμα
83 ἔγραψας σὺ τοῦτο, Δημόσθενες; ἔγραψας· οὐκ ἔστιν ἀντειπεῖν. ἐγένετο ἡ βουλὴ κυρία σοῦ προστάξαντος; ἐγένετο. τεθνᾶσι τῶν πολιτῶν ἄνδρες; τεθνᾶσι. κύριον ἦν τὸ σὸν ψήφισμα κατʼ ἐκείνων; ἀδύνατον ἀντειπεῖν.λέγε δὴ πάλιν ὃ Δημοσθένης κατὰ Δημοσθένους ἔγραψε. προσέχετε, ὦ ἄνδρες.Ψήφισμα
84 ἡ βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν, ὦ Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφʼ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν· ἐπειδὴ δʼ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας τῶν τῶν . . . συνειλεγμένων . . . τῶν ὀμωμοκότων Stephanus (συνειλεγμένων iam Ald.): τοὺς . . . συνειλεγμένους . . . τοὺς ὀμωμοκότας codd. ὑπὲρ τοῦ δήμου συνειλεγμένων καὶ τῶν ὀμωμοκότωνSee the preceding note πείσεσθαι πείσεσθαι Baiter: πείθεσθαι codd. τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώποις δίκαια νομιζόμενα;
85 μή, ὦ Ἀθηναῖοι, μή· αἰσχρὸν γὰρ καὶ δεινόν, ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμάτων, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτʼ ἠδικηκότας ὅσαπερ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦντα ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφʼ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλωκότα. ταὐτὸ ταὐτὸ ταὐτὰ Dobree: τουτὶ τὸ . . . ταὐτὰ τὰ codd. συνέδριον, ὦ Ἀθηναῖοι, καὶ ὁ αὐτὸς τόπος, καὶ ταὐτὰSee preceding note δίκαια.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi