100
τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; ἢ τί φασι τοὺς πρὸ ὑμῶν ὑμῶν Reiske: ἡμῶν codd. γεγενημένους, ὦ Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ;
101
γέγραψαι ψήφισμα, Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκας τινὰ πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδʼ ἡντινοῦν. εἰσήγγελκας τὸν παρὰ τὰ τὰ . . . ψηφίσματα Reiske: τὸ . . . ψήφισμα codd. τοῦ δήμου ψηφίσματαSee preceding note καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε, οὐδεπώποτε Α: οὐδέποτε Ν. ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν ἐν πρυτανείῳ Α (cf. 43): ἐν τῷ πρυτανείῳ Ν. πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις.
102
ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς ὁ δῆμος ἔλαβε πεῖραν, ἢ ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύναμιν ἐξεταζομένην εἴδομεν; ἢ ἐνταῦθα φήσετʼ εἶναι δεινοί, εἰ παρακρούεσθε παρακρούεσθε Blass: παρακρούσησθε Ν: παρακρούσετε Α: παρακρούετεDobree. τούτους ἀεὶ λέγοντες ὡς οὐκ ἔστιν ἔξω τῆς πατρίδος ὑμῖν ἐξελθεῖν, οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ἡμετέρας εὐνοίας; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χωρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας.