Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
103 ὑμεῖς δʼ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων ἐναντίον τῶν Ἑλλήνων Maetzner: ἐναντίων τῶν Ἑλλήνων Ν: τῶν Ἑλλήνων ἐναντίον Α. διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ] ἐν Ὀλυμπία del. Kleyn. περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους ἐπιλησομένους Stephanus: ἐπιμελησομένους codd. τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς,
104 τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθʼ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις τετόλμηκε τούτοις Ν: τετόλμηκεν αὐτοῖς Α. δεῖξαι δεῖξαι Α: ἐνδεῖξαι Ν. τὸ πρόσωπον, οὐδʼ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσε — καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματʼ εἰληφώς — σὺ δʼ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη;
105 ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος, εἰδότος Emperius: εἶδος codd.: ἤδη Ald. τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσιPost ἀποφάσεσι punctum habet Blass. Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν οὐδὲν add. Reiske. οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.
106 πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ] τὰ del. Sauppe. παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi