107
ἢ πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ τῇ Α: ἐν τῇ Ν. πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων.
108
οὐ καταπληκτέον ἐστίν, ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον, ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάνειν λαμβάνειν Wolf: λαμβάνοντα codd.: λαυβάνειν τὰ Ald. καθʼ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν διʼ ὑμᾶς ἕτερα κεκτημένον, οὐδʼ ἀπολογεῖσθαι ἀπολογεῖσθαι A pr.: ἀπολεῖσθαι A corr. ras. N. νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθʼ ἑαυτοῦ θάνατον τὴν ζημίαν· ἀλλʼ ἡ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πονηρία ταῦτʼ εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε. τέτροφε Blass: τέτραφε codd.
109
μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε ἐλεήσαιτε Dobree: ἐλεήσετε codd. τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, ἣ τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς καὶ καλοὺς] del. Baiter. κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς.