110
εἰς ταύτην ἀποβλέψαντας, ὦ Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς ὑμᾶς Α: ἡμᾶς Ν. οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν ὑπάρχουσαν αὐτῇ Ν: αὐτῇ ὑπάρχουσαν Α. αὐτῇ ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης.
111
εὑρήσετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς προσελήλυθε πρὸς Ν: προσελήλυθεν εἰς Α. τὸ πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον πλουσιώτατον Ν: πλουσιώτερον Α. ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δʼ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου τὴν ὁσίαν καὶ δικαίαν φέρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ τὸ Α: τῷ Ν. Δημοσθένει· τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν ἔργον.
112
καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται γεγένηται Maetzner: γίνεται codd. συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν.