Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
25 κἀκεῖνοι μέν, μέν add. Bekker. ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ ἐπὶ Bekker: ἔτι N pr. A: διά τε N corr. (2) τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων ἰσχυόντων Wolf: ἰσχόντων codd. καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ] μὴ del. Sauppe: ret. Blass, qui ὁρᾶν pro περιορᾶν scripsit. περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς] τῆς del. Sauppe: τις (deleto τις post ἐάν) Vogel, Blass. Ἀθηναίων Ἀθηναίων] Θηβαίων Reiske. ἔχων πορεύηται·
26 οὗτος δὲ ὁ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει, φήσει Wolf: φησί codd. παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ὦ ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε.
27 μόνως γὰρ οὕτως, ἄνδρες ἄνδρες (hic et passim in orat. I) N: ὦ ἄνδρες (hic et in 29, 80, 83, 108) *a. Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων τῶν ἀδικημάτων Ν: τῆς πονηρίας Α. ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δʼ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.
28 Ψήφισμα Μαρτυρίαι Ἐπιστολαί

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi