Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
1 ὁ μὲν δημαγωγὸς ὑμῖν, ὦ Ἀθηναῖοι, καὶ θανάτου τετιμημένος ἑαυτῷ ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρʼ Ἁρπάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρʼ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολλῶν δʼ ὑπὸ Στρατοκλέους εἰρημένων καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, καὶ περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματʼ ἀνεγνωκότος ἤδη τὰ περὶ τούτων,
2 ὑπόλοιπον ἡμῖν, ὦ Ἀθηναῖοι, καὶ ταῦτʼ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμεν — οὐ γὰρ ἵνʼ ἐνοχλῶμεν ὑμᾶς, ἀλλʼ ἵνʼ ὀργίζεσθαι μᾶλλον παροξύνωμεν, ὀργίζεσθαι μᾶλλον παροξύνωμεν Thalheim: ὀργίζησθε μᾶλλον παροξύνομεν A pr. (παροξυνόμενοι A corr. (2)): μᾶλλον ὀργίζησθε παροξύνωμεν N pr. (ὀργίζησθαι (sic N corr. (2)): παροξύν. del. Finke: ὀργίζ. del. Blass. Alii alia. δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν —, ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων.
3 ὁρᾶτε γάρ, ὦ Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς· οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθʼ ἀναδέξεσθε Stephanus: ἀναδέχεσθε codd. εἰς ὑμᾶς αὐτούς, ἢ φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵνʼ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλʼ ἵνʼ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτʼ ἐφʼ ὑμῖν ἐστι.
1 / 33 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi