Thesauros Edebiyat Hitabet Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος Dinarchus
1 πάνθʼ, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, προσδοκητέα ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἐν ταῖς γεγενημέναις ἀποφάσεσι· θαυμασιώτατον δὲ πάντων, ὡς ἐμοὶ δοκεῖ, τὸ νῦν γιγνόμενον. ὁ γὰρ πονηρότατος τῶν ἐν τῇ πόλει, μᾶλλον δὲ καὶ τῶν ἄλλων ἀνθρώπων, Ἀριστογείτων διαδικασόμενος ἥκει τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ ἀληθείας καὶ δικαιοσύνης, καὶ νυνὶ μείζονα κίνδυνον ἡ τὴν ἀπόφασιν πεποιημένη βουλὴ κινδυνεύει ἢ ὁ δῶρα λαμβάνων καθʼ ὑμῶν καὶ τὴν ὑπὲρ τῶν δικαίων παρρησίαν ἀποδόμενος εἴκοσι μνῶν.
2 τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῶ, συμβήσεται· καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερονὑμεῖς ἀκριβέστερον Ν: ἀκριβέστερον ὑμεῖς Α. ἐμοῦ γιγνώσκετε· τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆψευδῆ A corr. ras.: τὰ ψευδῆ, ut vid., A pr.: καὶ ψευδῆ Ν. κατʼ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρʼ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν.
3 διόπερ, ὦ Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄντάχ’ ἄν Bekker: τάχα codd. τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένηνγεγευμένην B, Bekker: γεγενημένην ΝΑ. τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.
1 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi