Thesauros Edebiyat Hitabet Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος Dinarchus
11 ἔπειτʼ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦτοῦ om. A. λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρʼ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστε ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας;
12 οὐκ Ἀριστογείτων ἐστίν, ὦ Ἀθηναῖοι, ὁ κατὰ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς ΒραυρωνίαςΒραυρωνίας Markland: βαυβρωνίας ΝΑ. καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθʼ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ,τούτῳ Ν: τοῦτον Α. ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημα ἐπιγεγραμμένον; οὐχοὐχ Schmidt: ὃ codd., ret. Bekker (del. τοῦτο). οὗτος πρὶν ἐκτῖσαι τοῦτο, συκοφαντῶν τὸν ἐντυγχάνοντα ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμωριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμμέναι;
13 οὐ τὸ τελευταῖον οὗτος ἐνδειχθεὶς ὑπὸ Λυκούργου, καὶ ἐξελεγχθεὶς ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ, καὶ παραδοθεὶς τοῖς ἕνδεκα κατὰ τοὺς νόμους, περιπατῶν ἔμπροσθεν τῶν δικαστηρίωνPost δικαστηρίων intercidisse ὤφθη vel ἑωρᾶτο susp. Reiske. καὶ εἰς τὴν προεδρίαν τῶντῶν Α: τὴν Ν. πρυτάνεων ἐκάθιζεν;ἐκάθιζεν] ἐγκαθίζων Reiske.
14 εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένονPost κατεψηφισμένον Sauppe δʼ addidit. ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα,ἐνδειχθέντα Ald.: διδαχθέντες ΝΑ: καὶ ἀπαχθέντα Sauppe. φυλάξαι δʼδʼ del. Sauppe. οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενονεὐξάμενον Α: εὐξάμενος Ν. κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi