22
μὴ γὰρ ἰδίους τοὺςτοὺς om. A. ἀγῶνας τούτους ὑπολάβητε εἶναι κατὰ τῶν νῦν ἀποπεφασμένων μόνων, ἀλλὰ κοινοὺς καὶ κατὰκατὰ N A corr.: ἀπὸ A pr. τῶν ἄλλων ἀνθρώπων. δωροδοκία γὰρ καὶ προδοσία κρινομένη παρʼ ὑμῖν δυοῖν θάτερον ἐκἐκ N A pr.: ἐπὶ A corr. (2) τοῦ λοιποῦ χρόνου ποιήσει τοὺς ἄλλους, ἢ χρήματα λαμβάνειν καθʼ ὑμῶν θαρροῦντας ὡς οὐ δώσοντας δίκην, ἢ φοβεῖσθαι τὸ λαμβάνειν ὡς τῆς τιμωρίας τοῖς ληφθεῖσιν ἀξίας γενησομένης τῶν ἀδικημάτων.
23
οὐκ ἴσθʼ, ὅτι καὶ νῦν ὁ φόβος ὁ παρʼ ὑμῶν τοὺς ὁρμῶντας ἐπὶ τὰ καθʼ ὑμῶνὑμῶν Ν: ἡμῶν Α. ἥκοντα χρήματα [νῦν]νῦν del. Bekker. ἀνείργει καὶ ποιεῖ πολλάκις ἀπὸ τοῦ λήμματος ἀποστρέφειν; καὶ τὸ ψήφισμα τοῦ δήμου, τὸ ζητεῖν τὴν βουλὴν περὶ τούτων τῶν χρημάτων προστάττον,προστάττον Reiske: πρός τ’ αὐτόν codd. οὐδὲ τοὺς κεκομικότας τὸ χρυσίον εἰς τὴν χώραν ὁμολογεῖν πεποίηκε;
24
καλῶς γάρ, ὦ Ἀθηναῖοι, καλῶς οἱ πρόγονοι περὶ τούτων ψηφισάμενοι στήλην εἰς ἀκρόπολιν ἀνήνεγκαν, ὅτε φασὶν Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην κομίσαι τὸ χρυσίον ἐκ Μήδων ἐπὶ διαφθορᾷ τῶν Ἑλλήνων. πρὶν γὰρ λαβεῖν τινας καὶ δοῦναι τοῦ τρόπου πεῖραν, φυγὴν τοῦ κομίσαντος τὸ χρυσίον καταγνόντες, ἐξήλασαν αὐτὸν ἐξ ἁπάσης τῆς χώρας. καὶ ταῦθʼ, ὥσπερ εἶπον, εἰς τὴν ἀκρόπολιν εἰς στήλην χαλκῆν γράψαντες ἀνέθεσαν, παράδειγμα ὑμῖν τοῖς ἐπιγιγνομένοις καθιστάντες, καὶ νομίζοντες τὸν ὁπωσοῦν χρήματα λαμβάνοντα οὐχ ὑπὲρ τῆς πόλεως ἀλλʼ ὑπὲρ τῶν διδόντων βουλεύεσθαι.
25
καὶ μόνῳ τούτῳ προσέγραψαν τὴν αἰτίαν διʼ ἣν ὁ δῆμος ἐξέβαλεν αὐτὸν ἐκ τῆς πόλεως, γράψαντες διαρρήδην· Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην πολέμιον εἶναι τοῦ δήμου καὶ τῶν συμμάχων, αὐτὸν καὶ γένος, καὶ φεύγειν Ἀθήνας ὅτι τὸν ἐκ Μήδων χρυσὸν ἤγαγεν εἰς Πελοπόννησον. καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν ὁ δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν αὐτῇαὐτῇ Dobree: ταύτῃ codd. τῇ πόλει δωροδοκίαν γιγνομένην; καί μοι σκοπεῖτε ταύτην τὴν στήλην.
26
Στήλη