13
ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς,ὑμᾶς Reiske: ὑμῖν codd. καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, ὦ Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶνχρημάτων πολλῶν infra post πρόγονοι transtulit Blass.· ἐν οἷς καὶ ἡ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, ἃ οἱ πρόγονοι κατασκευάσαντες ὑμῖνκατασκευάσαντες ὑμῖν Ν ὑμῖν κατασκευάσαντες Α. κατέλιπον.
14
ὧν ἀναμιμνησκομένους ὑμᾶς, ὦ Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναιςPost κεκριμέναις lacunam indicavit Blass, qui καὶ ταύτην κρίνειν deesse putavit.· αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότεςἑορακότες Blass: ἑωρακότες ΝΑ: ἑωρακότας Stephanus. τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸτὸ Ν: τῷ Α. τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι.
15
ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖδεῖ A corr. ras.: δεῖν A pr. N. καὶ παροξυνθέντας ὑφʼ ἡμῶνἡμῶν A corr.: ὑμῶν A pr. N. ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότοςεἰσεληλυθότος Blass (iam εἰσεληλυθότος [τὴν κρίσιν] Maetzner': ἐκλελοιπότος ΝΑ. τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ]καὶ del. Baiter. οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας,