Thesauros Edebiyat Hitabet Κατὰ Φιλιππίδου

Κατὰ Φιλιππίδου

Κατὰ Φιλιππίδου Hyperides
10 διὰ τί γὰρ ἂν ἂν add. Herwerden. τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστʼ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλʼ ὅτι χρηστός; ἀλλὰ δὶς Column 7 αὐτοῦ ἀδικίαν κατέγνωτε. ναί, ἀλλὰ χρήσιμος· ἀλλʼ εἰ χρήςεςθε τῷ ὑφʼ ὑμῶν ὁμολογουμένως πονηρῷ κριθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν ἀνθρώπων ἐπιθυμεῖν. οὐκοῦν οὐκ ἄξιον τὰ τούτου ἀδικήματα αὐτοὺςαὐτοὺς Blass. ἀναδέχεσθαι, ἀλλὰ τιμωρεῖσθαι τὸν ἀδικοῦντα.
11 καὶ ἂν ἂν Jenson:ἐὰν Kenyon. ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατʼ ἀμφότερα. πρῶτον μὲν ὅτι εὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν· οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν Column 8 βάσανον δέδωκεν.
12 ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδʼ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλʼ αὐτὸς αὑτῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν· ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.
13 ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν· ὑμεῖς δὲ τῶν τε κατηγορημένων Column 9 μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.
← Önceki 4 / 4

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi