1
Column 1 αὐτήν.Primae litterae dubiae sunt. αὐτήν Jensen: om. Kenyon. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, πραχθέντα Revillout: πεπραγμένα Diels. καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.
2
καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεταιῥηθήσεται Jensen:εἰρήσεται Kenyon. γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπουἀνθρώπου Blass: ἡμῶν τὴν Diels. φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν.συνεργίαν Jensen:ποικιλίαν Kenyon: alii alia. ἐκείνη γοῦν φενακίζουσα ἅπανταἅπαντα Diels: τὰ μάταια Kenyon. ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ ὡς δὴ Diels: ἔτι Jensen. εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.
3
ἴσως μὲν οὖν, ὦ ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόνὑπερθαύμαστόν ci. Kenyon, qui tamen οὕτω θαυμαστόν habet: tantumθαυμαστόν Jensen. με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκεδιατετέλεκε Weil. δὲ πορνοβοσκοῦσα ενοἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττωοὐδενὸς ἐλάττω Jensen: οὐ φαῦλον οὕτω Blass. ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼὅπου καθʼin add. Jensen:ἥτις καθʼBlass:εἰ καθʼWeil. ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ τί οἴεσθʼ Kenyon. αὐτὴν νῦν ἐννοεῖν,ἐννοεῖν Jensen:ἐπιτελεῖν Weil. προςλαβοῦσανπροσλαβοῦσανKenyon. συναγωνιστὴν Ἀθηνογένην, Column 2 ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;
4
τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάργάρ del. Kenyon. με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.