1
Column 1 ἀλλʼ ἔγωγε, ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω εἰ μὴ προσίστανται ἤδη ὑμῖν αἱ τοιαῦται εἰσαγγελίαι. τὸ μὲν γὰρ πρότερον εἰσηγγέλλοντο παρʼ ὑμῖν Τιμόμαχος καὶ Λεωσθένης καὶ Καλλίστρατος καὶ Φίλων ὁ ἐξ Ἀναίωνἐξ Ἀναίων Αἰξωνεὺς ci. Schneidewin. καὶ Θεότιμος ὁ Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι· καὶ οἱ μὲν αὐτῶν ναῦς αἰτίαν ἔχοντες προδοῦναι, οἱ δὲ πόλεις Ἀθηναίων, ὁ δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ.
2
καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλʼ αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτʼ Column 2 ἄλλοι πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλʼ ἦν σπάνιον ἰδεῖν ἀπʼ εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον· οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῇ πόλει πάνυ καταγέλαστόν ἐστιν.
3
Διογνίδης μὲν καὶ Ἀντίδωρος ὁ μέτοικος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦντες τὰς αὐλητρίδας ἢ ὁ νόμος κελεύει, Ἀγασικλῆς Ἀγασικλῆς Babington: Ἀγησικλης A. δʼ ὁ ἐκ Πειραιέως ὅτι εἰς Ἁλιμουσίους ἐνεγράφη, Εὐξένιππος δʼ ὑπὲρ τῶν ἐνυπνίων ὧν φησιν ἑωρακέναι· ὧν οὐδεμία δήπου τῶν αἰτιῶν τούτων οὐδὲν Column 3 κοινωνεῖ τῷ εἰσαγγελτικῷ νόμῳ.
4
καίτοι, ὦ ἄνδρες δικασταί, ἐπὶ τῶν δημοσίων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότερον τὰ καθʼ ἕκαστα τῆς κατηγορίας ὑπομένειν ἀκούειν, πρὶν ἂν ἂν add. Schneidewin. αὐτὸ τὸ κεφάλαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων ἢ μή· οὐ μὰ Δία οὐχ ὥσπερ ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ φάσκων δεῖν τοὺς ἀπολογουμένους ἰσχυρίζεσθαι τῷ εἰσαγγελτικῷ νόμῳ, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας εἶναι περὶ τοῦ λέγειν μὴ [οὐ]οὐ del. Babington. τὰ ἄριστα τῷ δήμῳ, οὐ κατὰ Column 4 πάντων Ἀθηναίων.