Thesauros Edebiyat Hitabet Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον Hyperides
30 καὶ οὐδʼ οὕτως ἀπέχρησέ μοι τὴν Column 23 εἰσαγγελίαν ἂν ἂν del. Babington. δοῦναι, ἀλλʼ ὑποκάτω παρέγραψα· τάδʼ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών, εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα· καὶ πάλιν, τάδε εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών, καὶ τὸ ψήφισμα παρέγραφον. καὶ ἔστι μοι πεντάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον· δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι. σὺ δʼ ἃ μὲν εἰπεῖν Εὐξένιππον φῂς οὐ τὰ ἄριστα τῷ δήμῳ, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δʼ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει.
31 μικρὰ δὲ περὶ τῆς ἀντιγραφῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς Column 24 ἥκεις φέρων κατʼ αὐτοῦ, λέγων ὡς Φιλοκλεῖ τὴν θυγατέρα ἐδίδου καὶ Δημοτίωνος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵνʼ ἐὰν μὲν ἀφέμενοιPost ἀφέμενοι excidisse οἱ ὑπὲρ αὐτοῦ ἀπολογούμενοι vel simile aliquid suspicatus est Kenyon. τῆς εἰσαγγελίας περὶ τῶν ἔξω τοῦ πράγματος κατηγορηθέντων ἀπολογῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί· τί ταῦθʼ ἡμῖν λέγετε; ἐὰν δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶνται, ὁ ἀγὼν αὐτοῖς χείρων γίγνηται. τῶν γὰρ κατηγορηθέντων τὸ μὴ λαβὸν ἀπολογίαν ὑπὸ τῇ ὀργῇ τῶν δικαστῶν καταλείπεται.
32 καὶ τὸ πάντων δεινότατον τῶν ἐν τῷ λόγῳ λεγομένων μένων ὑπὸ σοῦ, ὃ σὺ ᾤου λανθάνειν ὧν Column 25 ἕνεκα λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται· ἃ εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπʼ αὐτοῦ τοῦ πράγματος, καὶ πότερον ἀδικεῖ ὑμᾶς ὁ κρινόμενος ἢ οὔ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi