Thesauros Edebiyat Hitabet Ἐπιτάφιος

Ἐπιτάφιος

Ἐπιτάφιος Hyperides
38 ἔνδοξον δὲ δὲ add. Babington. τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῇ οἰκείᾳ τοὺς ἐχθροὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.
39 οἶμαι δὲ καὶ τοὺς τοὺς add. Babington. τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς οὐθένας usque ad ὡς locus corruptus: οὐδένας οὕτως αὑτοῖς οἰκείους ἂν εἶναι Sauppe: οὐδαμῶς αὑτοὺς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ἢ Kenyon: οἰκείους ἑτέρους pro οἰκειοτέρους ci. L. A. Post. Alii alia. Λεωσθένη καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδʼ ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότως· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλʼ εἰ δέον εἰπεῖν, καὶ μείζω. οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης.
40 ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων
41 χαλεπὸνEpilogus apud Stobaeum, Florileg. cxxiv. 36 servatus est. μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι. τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλʼ ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα τὸν τὸν add. Sauppe. ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν παραιρεῖν Gesner: παραινεῖν codd. εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi