Thesauros Edebiyat Hitabet Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
40 ὁρᾶν δʼ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δʼ ὑπὲρ πατρός, τὰς δʼ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δʼ ἀνδρῶνVerba τῶν δ’ ἀνδρῶν usque ad ἐμπεπορπημένους cit. Suidas (s. v. πεπορπημένος). τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαιςταῖς ἡλικίαις Suidas: τὰς ἡλικίας codd. πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένουςἀφειμένους Suidas: ἀφεμένους codd. ἰδεῖν ἦν καθʼ ὅλην τὴντὴν et τότʼ Suidas: om. codd. πόλιν τότʼ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους,ὀδῷ περιφθειρομένους Suidas: οὐδῷ διαφθειρομένους codd. διπλᾶ τὰ ἱμάτια τὰ ἱμάτια om. Suidas: θαἰμάτια Blass. ἐμπεπορπημένους;
41 πολλῶν δὲ καὶ δεινῶν κατὰ τὴν πόλιν γιγνομένων, καὶ πάντων τῶν πολιτῶν τὰ μέγιστα ἠτυχηκότων, μάλιστʼ ἄν τις ἤλγησε καὶ ἐδάκρυσεν ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς, ἡνίχʼ ὁρᾶν ἦν τὸν δῆμον ψηφισάμενον τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους Ἀθηναίους, τοὺς δʼ ἀτίμους ἐπιτίμουςἐπιτίμους Dobree: ἐντίμους codd.· ὃς πρότερονπρότερον Osann: πρῶτον codd.: πρὸ τοῦ Reiske. ἐπὶ τῷ αὐτόχθων εἶναι καὶ ἐλεύθερος ἐσεμνύνετο.
42 τοσαύτῃ δʼ ἡ πόλις ἐκέχρητο μεταβολῇ ὥστε πρότερον μὲν ὑπὲρ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι, ἐν δὲ τοῖς τότε χρόνοις ἀγαπᾶν, ἐὰν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἀσφαλῶς δύνηται διακινδυνεῦσαι, διακινδυνεῦσαι Μ: κινδυνεῦσαι Α. καὶ πρότερον μὲν πολλῆς χώρας τῶν βαρβάρων ἐπάρχειν, τότε δὲ πρὸς Μακεδόνας ὑπὲρ τῆς ἰδίας κινδυνεύειν· καὶ τὸν δῆμον ὃν πρότερον Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι καὶ οἱ τὴν Ἀσίαν κατοικοῦντες Ἕλληνες βοηθὸν ἐπεκαλοῦντο, οὗτος ἐδεῖτο τῶν ἐξ Ἄνδρου καὶ Κέω καὶ ΤροζῆνοςΤροζῆνος Blass: Τροιζῆνος codd. καὶ Ἐπιδαύρου ἐπικουρίαν αὑτῷ μεταπέμψασθαι. ὥστε,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi