55
ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν, ὦ ἄνδρες, Λεωκράτης φανερόν ἐστι· πυνθάνομαι δʼ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευσε καὶ κατὰ ταύτην τὴν ἐργασίαν ἀπεδήμησεν εἰς Ῥόδον. ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθʼ ᾧ ᾧ ὡς Baiter. ῥᾳδίως λήψεσθʼ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς ἀκτῆς κατὰ τὴν πυλίδα ἐμβαίνουσιν οἱ κατʼ ἐμπορίαν πλέοντες ἀλλʼ εἴσωεἴσω Sauppe: εἰσὶ codd.: ἐκ Ald. τοῦ λιμένος, ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀποστελλόμενοι· ἔπειτα οὐ μετὰ τῆς ἑταίρας καὶ τῶν θεραπαινῶν ἀλλὰ μόνοιμόνοι Ald.: μόνος codd. μετὰ παιδὸς τοῦ διακονοῦντος.
56
πρὸς δὲ τούτοις τί προσῆκεν ἐν Μεγάροις τὸν Ἀθηναῖον ὡς ὡς del. Bekker. ἔμπορον πέντε ἔτη κατοικεῖν καὶ τὰ ἱερὰ τὰ πατρῷαπατρῶα Schoemann: πάτρια codd. μετακομίζεσθαι καὶ τὴν οἰκίαν τὴν ἐνθάδε πωλεῖν, εἰ μὴ κατεγνώκει τε αὑτοῦ προδεδωκέναι τὴν πατρίδα καὶ μεγάλα πάντας ἠδικηκέναι; ὃ καὶ πάντων γένοιτʼ ἂν ἀτοπώτατον, εἰ περὶ ὧν αὐτὸς προσεδόκα τεύξεσθαι τιμωρίας, ταῦθʼ ὑμεῖς ἀπολύσαιτεἀπολύσαιτε Dobree: ἀπολύσετε codd. κύριοι γενόμενοι τῆς ψήφου. χωρὶς δὲ τούτων οὐχ ἡγοῦμαι δεῖν ἀποδέχεσθαι ταύτην τὴν ἀπολογίαν.
57
πῶς γὰρ οὐ δεινὸν τοὺς μὲν ἐπʼ ἐμπορίανἐπ’ ἐμπορίαν edd.: ἐπὶ ἐμπορίαν codd.: ἐπὶ ἐμπορίᾳ Stephanus: κατ’ ἐμπορίαν Es. ἀποδημοῦντας σπεύδειν ἐπὶ τὴν τῆς πόλεως βοήθειαν, τοῦτον δὲ μόνον ἐν τοῖς τότε καιροῖς καὶ κατʼ ἐργασίαν ἐκπλεῖν, ἡνίκα οὐδʼ ἂν εἷς προσκτήσασθαι οὐδὲν ἂν ἐζήτησεν, ἀλλὰ τὰ ὑπάρχοντα μόνον διαφυλάξαι; ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην τίνʼ ἐμπορίαν εἰσάγων χρησιμώτερος ἐγένετο ἂν τῇ πόλει τοῦ παρασχεῖν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς καὶ τοὺς ἐπιόντας ἀμύνασθαι μεθʼ ὑμῶν μαχόμενος. ἐγὼ μὲν οὐδεμίαν ὁρῶ τηλικαύτην οὖσαν βοήθειαν.