Thesauros Edebiyat Hitabet Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
100 διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τʼ ἄλλʼ ὢν ὢν ἦν Bekker. ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, ἃ πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα. Ῥῆσις Εὐριπίδου τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται, ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν, χρόνῳ δὲ δρῶσι, δυσγενέστερονδρῶσι δυσγενέστερον Heinrich: δυσγενέστερον λέγω Meineke. ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν. λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν οὐκ ἄν τινʼ ἄλλην τῆσδε βελτίω λαβεῖν· VV. 7-10 cit. Plut. Mor. 604 d-eᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίαις ὁμοίαις ὁμοίως Plut., Ald. διαφοραῖς ἐκτισμέναι διαφοραῖς ἐκτίσμεναι διαφορηθεῖσαι βολαῖς Plut. ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δʼ ἀπʼ ἄλλης πόλεοςπόλεος et in v. 21 Grotius: πόλεως codd. οἰκήσῃοἰκήσῃ Meineke: οἰκίζει codd. πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δʼ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδʼ ἕκατιἕκατι Matthiae: ἕνεκα codd.: ἕκητι Ald. τίκτομεν, ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.ῥυώμεθα Ald.: ῥυόμεθα ΝΑ. πόλεως δʼ ἁπάσης τοὔνομʼ ἕν,ἕν Grotius: ἐν codd. πολλοὶπολλοὶ Musgrave: πολλοῖς codd. δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή, ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν; εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος τὸ μεῖζον οὑνὸςοὑνὸς Emperius: ἑνὸς codd.: οὑμὸς Bekker. οἶκος οὐ πλεῖον σθένει πταίσας ἁπάσης πόλεος, οὐδʼ ἴσον φέρει. εἰ δʼ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶνθηλειῶν Grotius: θηλέων codd. στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νινἄν νιν Matthiae: ἂν μὴν ΝΑ: ἄν μιν Ald. ἐξέπεμπον εἰς μάχην δορός, θάνατον προταρβοῦσʼ; ἀλλʼ. ἔμοιγʼ εἴηεἴη Ald.: ἐστι codd. τέκνα, ἃἃ add. Ald. καὶ μάχοιτο καὶ μετʼ ἀνδράσιν πρέποι, μὴ σχήματʼσχήματʼ Scaliger: σχήματα δʼ codd. ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυʼ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυνʼ εἰς μάχην ὁρμωμένους. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντʼ ἢεἵλοντ’ ἢ Matthiae: εἵλοντο καὶ codd. παρῄνεσαν κακά. καὶ μὴν θανόντες γʼ ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τʼ ἴσην· τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ πόλεως θανούσῃεἷς μιᾷ μόνῃ θανούσῃ Tyrwhitt: ἣ (ἡ Ν) μία μόνη θανοῦσα codd. τῆσδʼ ὕπερ δοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θʼ ὁμοσπόρωὁμοσπόρω Bekker: ὁμοσπόρων codd. σώσει· τίσώσει· τί Melanchthon: ὡς εἴ τι codd. τούτων οὐχὶ δέξασθαι καλόν; τὴν οὐκ ἐμὴν πλὴν ἢἢ add. Wagner. φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκοῦν ἅπαντα τοὔν γʼἅπαντα τοὔν γʼ Heinrich (iam ἅπαντα τοὐν Reiske): ἅπαντας γοῦν τʼ codd. ἐμοὶ σωθήσεται· ἄρξουσιν ἄλλοι, τήνδʼ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δʼ οὗ τὸἐκεῖνο δ’ οὗ τὸ Ald.: ἐκεῖνο δ’ οὐ ΝΑ. πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ, ἄτερ ἄνερ Valckenaer: ἀνήρ Bothe. προγόνων παλαιὰπαλαιὰ Ald.: πάλαι ΝΑ. θέσμιʼ ὅστιςθέσμι’ ὅστις Reiske: θέσμιά τις ΝΑ. ἐκβαλεῖἐκβαλεῖ Ald.: ἐκβάλλει codd.· οὐδʼ ἀντʼ ἐλάαςἀντ’ ἐλάας Dobree: ἂν τελείας codd. χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ ΘρῇξΘρῇξ Dindorf: Θρᾲξ codd. ἀναστέψειἀναστέψει Musgrave: ἀναστρέψει codd. λεὼς στεφάνοισι, Παλλὰς δʼ οὐδαμοῦ τιμήσεται. χρῆσθʼ, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε,Post σῴζεσθε habent καὶ codd., om. Ald. νικᾶτʼ· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθʼ ὅπως οὐ τήνδʼ ἐγὼοὐ τήνδ’ ἐγὼ Ald.: ὑμῖν τήνδ’ ἐγὼ οὐ codd. σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν. Euripides, Erechtheus

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi