Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
1 τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δʼ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶςσαφῶςadd. e. ᾖ παρηκολουθηκώς.
2 ἐμπεσὼν δʼ αὐτὸς εἰς μέσην τὴν τῶνμέσην τὴν τῶνSauppe: τὴν τῶνE: μέσην τῶνcett. ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰεἰ]; ἢStephanus. παρανάλωμαπαρανάλωμα]; παραναλοῦμαιBlass. Δημάδης;PostΔημάδηςverbaἐμοῦ δὲ τὴν εἰρήνην συμβουλεύοντοςadd. e. δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτηςστρατιώτης]; στρατόςe. — πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφει — ἀλλʼ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ.
3 δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρεςὦ ἄνδρεςX corr.: ωδεX pr.: ὦN. δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶνδικαστῶν]; δικαίωνe. γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι.
1 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi