Thesauros Edebiyat Hitabet Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία

Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία

Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία Lysias
39 ἐγὼ μὲν γὰργὰρ add. Fuhr ὑμᾶς ἡγοῦμαι νομίζειν ὅτι Νικόμαχος ὑπὸ τῶν ἐχθρῶν πεισθεὶς τῶν ἐμῶν τοῦτον τὸν ἀγῶνα ἀγωνίζεται, οὐχ ὡς ἀδικοῦντα ἐλπίζων ἀποδείξειν, ἀλλʼ ὡς ἀργύριον παρʼ ἐμοῦ λήψεσθαι προσδοκῶν. ὅσῳ γὰρ οἱοἱ add. Reiske τοιοῦτοί εἰσιν ἐπαιτιώτατοι καὶ ἀπορώτατοι τῶν κινδύνων, τοσούτῳ πάντες αὐτοὺς φεύγουσι μάλιστα.
40 ἐγὼ δέ, ὦ βουλή, οὐκ ἠξίουν, ἀλλʼ ἐπειδήπερ με ᾐτιάσατο, παρέσχον ἐμαυτὸν ὅ τι βούλεσθε χρῆσθαι, καὶ τούτου ἕνεκα τοῦ κινδύνου οὐδενὶ ἐγὼ τῶν ἐχθρῶν διηλλάγην, οἳ ἐμὲ ἥδιονἤδιον Taylor: ἤδη MSS. κακῶς λέγουσιν ἢ σφᾶς αὐτοὺς ἐπαινοῦσι. καὶ φανερῶς μὲν οὐδεὶς πώποτε ἐμὲ αὐτὸςαὐτὸς Reiske: αὐτὸν MSS. ἐπεχείρησε ποιῆσαι κακὸν οὐδέν, τοιούτους δὲ ἐπιπέμπουσί μοι, οἷς ὑμεῖς οὐκ ἂν δικαίως πιστεύοιτε. πάντων γὰρ ἀθλιώτατος ἂν γενοίμην,
41 εἰ φυγὰς ἀδίκως καταστήσομαι, ἄπαις μὲν ὢν καὶ μόνος, ἐρήμου δὲ τοῦ οἴκου γενομένου, μητρὸς δὲ πάντων ἐνδεοῦς οὔσης,οὔσης add. Frohberger πατρίδος δὲ τοιαύτης ἐπʼ αἰσχίσταις στερηθεὶς αἰτίαις, πολλὰς μὲν ναυμαχίας ὑπὲρ αὐτῆς νεναυμαχηκώς, πολλὰς δὲ μάχας μεμαχημένος, κόσμιον δʼ ἐμαυτὸν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ παρασχών.
42 ἀλλὰ γάρ, ὦ βουλή, ταῦτα μὲν ἐνθάδε οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν· ἀπέδειξα δʼ ὑμῖν ὡς οὐκ ἐνῆν σηκὸς ἐν τῷ χωρίῳ, καὶ μάρτυρας παρεσχόμην καὶ τεκμήρια. ἃ χρὴ μεμνημένους διαγιγνώσκειν περὶ τοῦ πράγματος, καὶ ἀξιοῦν παρὰ τούτου πυθέσθαι ὅτου ἕνεκα, ἐξὸν ἐπʼ αὐτοφώρῳ ἐλέγξαι, τοσούτῳ χρόνῳ ὕστερον εἰς τοσοῦτόν με κατέστησεν ἀγῶνα,
43 καὶ μάρτυρα οὐδένα παρασχόμενος ἐκ τῶν λόγων ζητεῖ πιστὸς γενέσθαι, ἐξὸν αὐτοῖς ἔργοις ἀδικοῦντα ἀποδεῖξαι, καὶ ἐμοῦ ἅπαντας διδόντος τοὺς θεράποντας, οὕς φησι παραγενέσθαι, παραλαβεῖν οὐκ ἤθελεν.
← Önceki 8 / 8

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi