Thesauros Edebiyat Hitabet κατὰ θεομν́ηστου, Β

κατὰ θεομν́ηστου, Β

κατὰ θεομν́ηστου, Β Lysias
1 ὅτι μὲν τὸν πατέρα μʼ ἔφασκενἔφασκεν Taylor: ἔφασκον MSS. ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πεποίηκα, δῆλον· ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δʼ ὑμεῖς κατήλθετε, εἰκοστὸν τουτί.
2 φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστʼ οὐδʼ ὅ τι ὀλιγαρχία ἦν ᾔδη, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τʼ ἦ. ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· ὁ γὰρ πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς.
3 ἴσως δʼ ἐρεῖ ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις φῇ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν. ἐγὼ δʼ οἶμαι δεῖν οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, ἀλλὰ περὶ τῆς τῶν ἔργων διανοίας, καὶ πάντας εἰδέναι ὅτι ὁπόσοιὁπόσοι Stephanus: ὁποῖοι MSS. ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι τῶν αὐτῶν εἰσι, καὶ ὅσοι ἀνδροφόνοι τινός, καὶ ἀπεκτόνασι τοῦτον.
4 πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν ἢ μητραλοίαν καλῇ σε,καλῇ σε Markland: καλέσῃ MSS. ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν ἢ τὸν φυτεύσαντα τύπτειν φῇ,τύπτειν φῇ Emperius: τύπτοι MSS. ἀζήμιος ἔσται.
5 καὶ ἐάνἐάν Hermann: εἴ MSS. τις εἴπῃ ῥίψασπιν, ἀθῷος ἔσται· τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλʼ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν. ὁμοίως δʼ ἂν καὶ τῶν ἕνδεκα γενόμενος οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τινοςἐξέδυέ τινος Emperius: ἔξω θέμενος. ἢ τὸν χιτωνίσκον,
6 εἰ μὴ λωποδύτην ὠνόμαζεν. οὐδʼ εἴ τις παῖδʼ ἐξῆγεν, ὡς ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλʼ ἐάν τις φῇ ἀποβεβληκέναι. πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ ἔπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαιτιμωρεῖσθαι Baiter et Sauppe: τιμωρεῖν MSS. τοὺς ἐχθρούς, ἐὰν δʼ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦνἀξιοῦν Taylor: ἄξιον MSS. δοῦναι δίκην;
1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi