Thesauros Edebiyat Hitabet κατὰ Ἀγοράτου ἐνδείξεως

κατὰ Ἀγοράτου ἐνδείξεως

κατὰ Ἀγοράτου ἐνδείξεως Lysias
86 δοκοῦσι δʼ ἔμοιγε οἱ ἕνδεκα οἱ παραδεξάμενοι τὴν ἀπαγωγὴν ταύτην, οὐκοὐκ add. Taylor οἰόμενοι Ἀγοράτῳ συμπράττειν καὶ τότε διισχυριζομένῳ,καὶ τότε διισχυριζομένῳ Kocks: τότε καὶ διισχυριζόμενοι. σφόδρα ὀρθῶς ποιῆσαι Διονύσιον τὴν ἀπαγωγὴν ἀπάγοντʼἀπάγοντʼ Falk: ἀπάγειν MSS. ἀναγκάζοντες τό γετό γε Sluiter: τότε MSS. προσγράψασθαι ἐπʼ αὐτοφώρῳ· ἢ πῶς οὐκ ἂν εἴηπῶς οὐκ ἂν εἴη Sauppe: ὄπου ἂν ἦ. ὃςὃς add. Gebauer πρῶτον μὲν ἐναντίον πεντακοσίων ἐν τῇ βουλῇ,ἐν τῇ βουλῇ et ἐν τῷ δήμῳ del. Kayser εἶτα πάλιν ἐναντίον Ἀθηναίων ἁπάντων ἐν τῷ δήμῳἐν τῇ βουλῇ et ἐν τῷ δήμῳ del. Kayser ἀπογράψας τινὰς ἀποκτείνειε καὶ αἴτιος γένοιτο τοῦ θανάτου;
87 οὐ γὰρ δήπου τοῦτο μόνον οἴει τὸοἴει τὸ Westermann: οἴεται MSS. ἐπʼ αὐτοφώρῳ, ἐάν τις ξύλῳ ἢ μαχαίρᾳ πατάξας καταβάλῃ, ἐπεὶ ἔκ γε τοῦ σοῦ λόγου οὐδεὶς φανήσεται ἀποκτείνας τοὺς ἄνδρας οὓς σὺ ἀπέγραψας· οὔτε γὰρ ἐπάταξεν αὐτοὺς οὐδεὶς οὔτʼ ἀπέσφαξεν, ἀλλʼ ἀναγκασθέντες ὑπὸ τῆς σῆς ἀπογραφῆς ἀπέθανον. οὐκ οὖν ὁὁ add. Emperius αἴτιος τοῦ θανάτου, οὗτος ἐπʼ αὐτοφώρῳ ἐστί; τίς οὖν ἄλλος αἴτιος ἢ σὺ ἀπογράψας; ὥστε πῶς οὐκ ἐπʼ αὐτοφώρῳ σὺ εἶ ὁ ἀποκτείνας;
88 πυνθάνομαι δʼ αὐτὸν καὶ περὶ τῶν ὅρκων καὶ περὶ τῶν συνθηκῶν μέλλειν λέγειν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀγωνίζεται ἃς συνεθέμεθα πρὸς τοὺς ἐν ἄστει οἱ ἐν τῷτῷ del. Baiter Πειραιεῖ. σχεδὸν μὲν οὖν τούτοις ἰσχυριζόμενος ὁμολογεῖ ἀνδροφόνος εἶναι· ἐμποδὼν γοῦν ἢ ὅρκους ἢ συνθήκας ἢ χρόνον ἢ τὸτὸ add. Dobree ἐπʼ αὐτοφώρῳ τιτι del. Reiske ποιεῖται, αὐτῷ δὲ τῷ πράγματιπράγματι Reiske: γράμματι MSS. οὔ τιοὔ τι Reiske: οὔτε, οὐ MSS. πιστεύει καλῶς ἀγωνιεῖσθαι.
89 ὑμῖν δέ, ὦ ἄνδρες δικασταί, οὐ προσήκει περὶ τούτων ἀποδέχεσθαι· ἀλλʼ ὡς οὐκ ἀπέγραψεν οὐδὲ οἱ ἄνδρες τεθνᾶσι, περὶ τούτων κελεύετε αὐτὸν ἀπολογεῖσθαι. ἔπειτα τοὺς ὅρκους καὶ τὰς συνθήκας οὐδὲν ἡγοῦμαι προσήκειν ἡμῖν πρὸς τοῦτον. οἱ γὰρ ὅρκοι τοῖς ἐν ἄστει πρὸς τοὺς ἐν Πειραιεῖ γεγένηνται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi