Thesauros Edebiyat Hitabet ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία

ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία

ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία Lysias
7 ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν οὔτʼ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα.καταβαλόντα Bake: παραλαβόντα MSS. καίτοι πᾶσι ῥᾴδιον τοῦτο γνῶναι, ὅτιἐπεδημοῦμεν add. Kayser ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζημιοῦσθαι. ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμμασιν ἢ τούτοις πιστεύοιτε· ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύσαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι.
8 ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦ ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλʼ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπʼ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι. ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δʼ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους. ὥστε μηδὲν διʼ ἄλλο μεὥστε μηδὲν δι’ ἄλλο με Taylor: ὥστ’ εἰ μηδὲν διαβάλλομαι MSS. ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι. ἀνάβηθι δέ μοι καὶ μαρτύρησον.
9 Μάρτυρες
9 περὶ μὲν τοίνυν αὐτῆςαὐτῆς Frohberger: ταύτης MSS. τῆς αἰτίας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς τοῦ βίου λόγον διδόναι. δέομαι οὖν ὑμῶν μετʼ εὐνοίας ἀκροάσασθαί μου. ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
10 ἐγὼ γὰρ πρῶτον μὲν, οὐσίας μοι οὐ πολλῆς καταλειφθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δʼ οὕτως ἐνειμάμην ὥστʼ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων, καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi