Thesauros Edebiyat Hitabet ὑπὲρ Πολυστράτου

ὑπὲρ Πολυστράτου

ὑπὲρ Πολυστράτου Lysias
1 οὔ μοι δοκεῖ χρῆναι ὀργίζεσθαι ὑμᾶς τῷ ὀνόματι τῷ τῶν τετρακοσίων, ἀλλὰ τοῖς ἔργοις ἐνίων. οἱ μὲν γὰρ ἐπιβουλεύσαντες ἦσαν αὐτῶν, οἱ δʼ ἵνα μήτε τὴν πόλιν μηδὲν κακὸν ἐργάσαιντο μήθʼ ὑμῶν μηδένα, ἀλλʼ εὖνοι ὄντες εἰσῆλθον εἰς τὸ βουλευτήριον, ὧν εἷς ὢν οὑτοσὶ τυγχάνει Πολύστρατος.
2 οὗτος γὰρ ᾑρέθη μὲν ὑπὸ τῶν φυλετῶν ὡς χρηστὸς ὢν ἀνὴρ καὶ περὶ τοὺς δημότας καὶ περὶ τὸ πλῆθος τὸ ὑμέτερον· κατηγοροῦσι δὲ αὐτοῦ ὡς οὐκ εὔνους ἦν τῷ πλήθει τῷ ὑμετέρῳ, αἱρεθεὶς ὑπὸ τῶν φυλετῶν, οἳ ἄριστʼ ἂν διαγνοῖεν περὶ σφῶν αὐτῶν ὁποῖοί τινές εἰσιν.
3 οὗτος δὲ τίνος ἂν ἕνεκα ὀλιγαρχίας ἐπεθύμησε; πότερον ὡς ἡλικίαν εἶχε λέγων τι διαπράττεσθαι παρʼ ὑμῖν, ἢ τῷ σώματι πιστεύων, ἵνα ὑβρίζοι εἰς τῶν ὑμετέρων τινά; ἀλλʼ ὁρᾶτε αὐτοῦ τὴν ἡλικίαν, ᾗ καὶ τοὺς ἄλλους ἱκανός ἐστιν ἀποτρέπειν τούτων.
4 ὅστις μὲν οὖν ἄτιμος ὤν, κακόν τι ἐργασάμενος ἐν τῷ πρόσθεν χρόνῳ, ἑτέρας πολιτείας ἐπεθύμησε, διὰ τὰ πρόσθεν ἁμαρτήματα αὑτοῦ ἕνεκʼ ἂν ἔπραττε· τούτῳ δὲ τοιοῦτον οὐδὲν ἡμάρτητο, ὥστε αὑτοῦ ἕνεκα μισεῖν τὸ πλῆθος τὸ ὑμέτερον, ἢ τῶν παίδων. ὁ μὲν γὰρ ἐν Σικελίᾳ ἦν, οἱ δʼ ἐν Βοιωτοῖς· ὥστε μηδὲ τούτων ἕνεκα ἑτέρας πολιτείας ἐπιθυμῆσαι διὰ τὰ πρόσθεν ἁμαρτήματαδιὰ ἁμαρτήματα om. plerique codd..
5 καὶ κατηγοροῦσι μὲν αὐτοῦ ὡς πολλὰς ἀρχὰς ἦρξεν, ἀποδεῖξαι δὲ οὐδεὶς οἷός τέ ἐστιν ὡς οὐ καλῶς ἦρξεν. ἐγὼ δʼ ἡγοῦμαι οὐ τούτους ἀδικεῖν ἐν τοῖς πράγμασιν ἐκείνοις, ἀλλʼ εἴ τις ὀλίγας ἄρξας ἀρχὰς μὴ τὰ ἄριστα ἦρξε τῇ πόλει. οὐ γὰρ οἱ καλῶς ἄρχοντες προὐδίδοσαν τὴν πόλιν,
6 ἀλλʼ οἱ μὴ δικαίως. οὗτος δὲ πρῶτον μὲν ἄρξας ἐν Ὠρωπῷ οὔτε προέδωκε οὔθʼοὔθ’ Taylor: καὶ MSS. ἑτέραν πολιτείαν κατέστησε, τῶν ἄλλων ἁπάντων ὅσοι ἦρχον καταπροδόντων τὰ πράγματα. οἱ δʼ οὐχ ὑπέμειναν, καταγνόντες σφῶν αὐτῶν ἀδικεῖν· ὁ δὲ ἡγούμενος μηδὲν ἠδικηκέναι δίκην δίδωσι.
7 καὶ τοὺς μὲν ἀδικοῦντας οἱ κατήγοροι ἐκκλέπτουσιν, ἀργύριον λαμβάνοντες· παρʼ ὧν δʼ ἂν μὴ κερδαίνωσιν, ἀδικοῦντας ἀποφαίνουσι. καὶ ὁμοίας τὰς κατηγορίας ποιοῦνται τῶν τε εἰπόντων γνώμην τινὰ ἐν τῇ βουλῇ καὶ τῶν μή. οὗτος δὲ οὐδὲ γνώμην οὐδεμίαν εἶπε περὶ τοῦ ὑμετέρου πλήθους.
1 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi