Thesauros Edebiyat Hitabet ἀπολογία δωροδοκίας ἀπαράσημος

ἀπολογία δωροδοκίας ἀπαράσημος

ἀπολογία δωροδοκίας ἀπαράσημος Lysias
12 καὶ οὐ τοσοῦτόν μοι μέλει εἴ με δεῖ τὰ ὄντα ἀπολέσαι· ἀλλʼ οὐκ ἂν δεξαίμην ὑβρισθῆναι, οὐδὲ παραστῆναι τοῖς διαδυομένοις τὰς λῃτουργίας ἐμοὶ μὲν ἀχάριστα εἶναι τὰ εἰς ὑμᾶς ἀνηλωμένα, ἐκείνους δὲ δοκεῖν ὀρθῶς βεβουλεῦσθαι ὅτι ὑμῖν οὐδὲν προεῖνται τῶν σφετέρων αὐτῶν. ἐὰν οὖν ἐμοὶ πεισθῆτε, τά τε δίκαια ψηφιεῖσθε καὶ τὰ λυσιτελοῦντα ὑμῖν αὐτοῖς αἱρήσεσθε.
13 ὁρᾶτε γάρ, ὦ ἄνδρες δικασταί, τὰ προσιόνταπροσιόντα Reiske: προσόντα MSS. τῇ πόλει ὡς ὀλίγα ἐστί, καὶ ταῦτα ὡς ὑπὸ τῶν ἐφεστηκότων ἁρπάζεται· ὥστʼ ἄξιον ταύτην ἡγεῖσθαι πρόσοδον βεβαιοτάτην τῇ πόλει, τὰς οὐσίας τῶν ἐθελόντων λῃτουργεῖν. ἐὰν οὖν εὖ βουλεύσησθε, οὐδὲν ἧττον ἐπιμελήσεσθε τῶν ἡμετέρων χρημάτων ἢ τῶν ἰδίων τῶν ὑμετέρων αὐτῶν,
14 εἰδότες ὅτι ἕξετε πᾶσι χρῆσθαι τοῖς ἡμετέροις ὥσπερ καὶ πρότερον· οἶμαι δὲ πάντας ὑμᾶς ἐπίστασθαι ὅτι τῶν ἐμῶν ἐγὼ πολὺ βελτίων ὑμῖν ἔσομαι ταμίας τῶν τὰ τῆς πόλεως ὑμῖν ταμιευόντων. ἐὰν δʼ ἐμὲ πένητα ποιήσητε, καὶ ὑμᾶς αὐτοὺς ἀδικήσετε· ἕτεροι δὲ καὶ ταῦτα διανεμοῦνται, ὥσπερ καὶ τἆλλα.
15 ἄξιον δέ ἐστιν ἐνθυμηθῆναι ὅτι πολὺ μᾶλλον ὑμῖν προσήκει τῶν ὑμετέρων ἐμοὶ διδόναι ἢ τῶν ἐμῶν ἐμοὶ ἀμφισβητῆσαι, καὶ πένητα γενόμενον ἐλεῆσαι μᾶλλον ἢ πλουτοῦντι φθονῆσαι, καὶ τοῖς θεοῖς εὔχεσθαι τοὺς ἄλλους εἶναι τοιούτους πολίτας, ἵνα τῶν μὲν ὑμετέρωνὑμετέρων Dobree: ἑτέρων MSS. μὴμὴ add. Contius. ἐπιθυμήσωσι, τὰ δὲ σφέτερα αὐτῶν εἰς ὑμᾶς ἀναλίσκωσιν.
16 ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί (καὶ μηδεὶς ὑμῶν ἀχθεσθῇ), πολὺ ἂν δικαιότερον ὑμᾶς ὑπὸ τῶν ζητητῶν ἀπογραφῆναι τὰ ἐμὰ ἔχειν, ἢ ἐμὲ νυνὶ κινδυνεύειν ὡς τοῦ δημοσίου χρήματα ἔχοντα. τοιοῦτον γὰρ ἐμαυτὸν τῇ πόλει παρέχω, ὥστε ἰδίᾳ μὲν τῶν ὄντωνὄντων add. Markland. φείδομαι, δημοσίᾳ δὲ λῃτουργῶν ἥδομαι, καὶ οὐκ ἐπὶ τοῖς περιοῦσι μέγα φρονῶ, ἀλλʼ ἐπὶ τοῖς εἰς ὑμᾶς ἀνηλωμένοις,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi