Thesauros Edebiyat Hitabet περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας Lysias
22 οὐδʼ ὡς οἱ πρόγονοι ὑπὸ τοῖς τυράννοις ἐγένοντο· στασιάζοντες γὰρ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον διετέλεσαν. ἀλλὰ μὲν δὴ οὐδὲ τὴν οὐσίαν ἡμᾶς ἐν τῷ πολέμῳ φήσει κτήσασθαι, εἰς δὲ τὴν πόλιν οὐδὲν ἀνηλωκέναι· πᾶν γὰρ τοὐναντίον, ἐν εἰρήνῃ μὲν ὀγδοηκοντατάλαντος ἡμῶν ὁ οἶκος ἐγένετο, εἰς δὲ τὴν τῆς πόλεως σωτηρίαν ἐν τῷ πολέμῳ ἅπας ἀνηλώθη.
23 ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν τηλικαῦτα τὸ μέγεθος, ὥστʼ ἄξιον εἶναι ἕκαστον ἔργον θανάτου· πρῶτον μὲν ὅτι τὴν ἐν Βοιωτοῖς πολιτείαν χρήματα λαβὼν μετέστησε καὶ τῆς συμμαχίας ἡμᾶς ταύτης ἀπεστέρησεν, ἔπειτα ὅτι τὰς ναῦς προὔδωκε καὶ τὴν πόλιν περὶ σωτηρίας βουλεύεσθαι πεποίηκεν,
24 ἔπειτα ὅτι παρὰ τῶν αἰχμαλώτων, οὓς αὐτὸς ἀπώλεσε, τριάκοντα μνᾶς ἐσυκοφάντησεν, οὐ φάσκων αὐτοὺς λύσεσθαι, εἰ μὴ τοῦτο αὐτῷ παρὰ σφῶν αὐτῶν παράσχοιεν. συνειδότες οὖν ἡμῶν ἑκατέρῳἑκατέρῳ Reiske: ἑκατέρων MSS. τὸν βίον, πρὸς ταῦτα βουλεύεσθε ὁποτέρῳ χρὴ πιστεύειν περὶ τῆς Εὐάνδρου δοκιμασίας, καὶ οὕτως οὐκ ἐξαμαρτήσεσθε.
← Önceki 6 / 6

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi