Thesauros Edebiyat Hitabet κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος ὡς Θεόδωρος

κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος ὡς Θεόδωρος

κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος ὡς Θεόδωρος Lysias
12 τὸ δὲ πάντων ὑπερφυέστατον, ὅτι ἐν μὲν τοῖς ἰδίοις οἱοἱ add. Contius. ἀδικούμενοι δακρύουσι καὶ ἐλεινοί εἰσιν, ἐν δὲ τοῖς δημοσίοις οἱ μὲν ἀδικοῦντες ἐλεινοί, ὑμεῖς δʼ οἱ ἀδικούμενοι ἐλεεῖτε. καὶ νῦν ἴσως ποιήσουσιν ἅπερ καὶ πρότερον ἦσαν εἰθισμένοι καὶ δημόται καὶ φίλοι, κλαίοντες ἐξαιτεῖσθαι αὐτοὺς παρʼ ὑμῶν.
13 ἐγὼ δʼ οὕτως ἀξιῶ γενέσθαι· εἰ μὲν ἀδικεῖν τούτους μηδὲν νομίζουσιν, ἀποδείξαντας ὡς ψευδῆ τὰ κατηγορημένα, οὕτως πείθειν ὑμᾶς ἀποψηφίσασθαι· εἰ δὲ νομίσαντες ἀδικεῖν αἰτήσονται, δῆλον ὅτι τοῖς ἀδικοῦσιν εὐνούστεροί εἰσιν ἢ ὑμῖν τοῖς ἀδικουμένοις, ὥστʼ οὐ χάριτος ἄξιοι τυχεῖν ἀλλὰ τιμωρίας,
14 ὁπόταν ὑμεῖς δύνησθε. ἔτι δὲ τοὺς αὐτοὺς ἡγεῖσθαι χρὴ καὶ τῶν κατηγόρων σφόδρα δεδεῆσθαι,δεδεῆσθαι P. Mueller: δεήσεσθαι MSS. νομίζοντας πολὺ ἂν θᾶττον παρʼ ἡμῶν ὀλίγων ὄντων ταύτην τὴν χάριν λαμβάνειν ἢ παρʼ ὑμῶν, ἔτι δὲ ῥᾷον ἄλλους τινὰς τὰτὰ add. Aldus. ὑμέτερα καταχαρίζεσθαι ἢ ὑμᾶς αὐτούς γε.
15 ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν προδοῦναι, ἀξιοῦμεν δὲ μηδʼ ὑμᾶς, ἐνθυμουμένους ὅτι σφόδρʼ ἂν ἡμῖν ὠργίζεσθε καὶ ἐτιμωρεῖσθε, ὅπου παρεπίπτομεν, ὡς εἰκὸς τοὺς ἀδικοῦντας, εἰ ἡμεῖς παρὰ τούτων ἢ χρήματα λαβόντες ἢ ἄλλῳ τινὶ τρόπῳ διηλλάγημεν. καίτοι εἰ τοῖς μὴ δικαίως ἐπεξιοῦσιν ὀργίζεσθε, ἦ που σφόδρα χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας τιμωρεῖσθαι.
16 νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, καταψηφισάμενοι Ἐπικράτους τῶν ἐσχάτων τιμήσατε,τιμήσατε Stephanus: τιμωρήσατε MSS. καὶ μή, ὥσπερ ἐν τῷ τέως χρόνῳ εἰθισμένοι ἐστέ, ἐπειδὰν καταψηφισάμενοι ἐξελέγξητε τοὺς ἀδικοῦντας, ἐν τῷ τιμήματι ἀζημίους ἀφίετε, ἔχθραν, οὐ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνοντες, ὥσπερ τοῦ ὀνείδους ἀλλʼ οὐ τῆς ζημίας αὐτοῖς μέλον, εὖ εἰδότες ὅτι ἐν μὲν τῇ ψήφῳ οὐδὲν ἄλλο ποιεῖτε ἢ ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐν δὲ τῷ τιμήματι τιμωρεῖσθε τοὺς ἐξαμαρτάνοντας.
← Önceki 3 / 3

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi