Thesauros Edebiyat Hitabet Λαλιὰ εἰς Ἀσκληπιόν

Λαλιὰ εἰς Ἀσκληπιόν

Λαλιὰ εἰς Ἀσκληπιόν Aristides, Aelius
36 ὦ πολλὰ δὴ πολλάκις ἐν νυξί τε καὶ ἡμέραις ἰδίᾳ τε καὶ δημοσίᾳ κληθεὶς ὑφʼ ἡμῶν, Ἀσκληπιὲ δέσποτα, ὡς ἀσμένοις καὶ ὑπερποθοῦσιν ἔδωκας ἡμῖν οἷον ἐκ πελάγους πολλοῦ καὶ κατηφείας λιμένος τε λαβέσθαι γαληνοῦ καὶ προσειπεῖν τὴν κοινὴν τῶν ἀνθρώπων ἑστίαν, ἧς ἀτέλεστος μὲν οὐδεὶς δή που τῶν ὑφʼ ἡλίῳ, διισχυρίσασθαι δὲ ἔστιν ὡς Ἑλλήνων γε οὐδείς πω πλείω μέχρι τοῦδε ἀπέλαυσε. καὶ γὰρ εἰ σφόδρα εἰωθότι ταῦτα ἐμοὶ λέγειν, ὀκνητέον γε οὐδὲν μᾶλλον. οὔκουν τάς γε προσρήσεις τὰς ἐφʼ ἡμέρᾳ ταύτας ἐλλείπομεν φεύγοντες τὴν συνήθειαν, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο φυλάττομεν, ὅτι εἰθίσθημεν
1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi