Thesauros Edebiyat Hitabet Ἀπελλᾶ γενεθλιακός

Ἀπελλᾶ γενεθλιακός

Ἀπελλᾶ γενεθλιακός Aristides, Aelius
75 ἐναλίγκιον καὶ κατʼ ἐκεῖνον τὴν αἴγλην ἀφιέντα· ἁρμόττων τε ἀγωνοθέτης οὑτοσὶ τῷ προελομένῳ. σὰ ταῦτα, ὦ δέσποτα, οὕτω γὰρ ἄμεινον εἰς ἀρχὴν ἀναγαγεῖν τὸν λόγον ἐπευξάμενον αὖθις, σὰ ταῦτα. φέρʼ οὖν αὐτὸς ἡμῖν τοὺς οἴακας ἑλὼν, ὥσπερ οὖν ἤδη κατέχεις, ἔκσωζε τὸν οἶκον, διδοὺς μὲν ἐκ τοῦ μεγάλου βασιλέως τούτῳ τιμὰς ἅσπερ οἱ τούτου πρόγονοι παρὰ τῶν ἐκείνου προγόνων ἐκαρποῦντο, διδοὺς δὲ αὐτῷ βασιλεῖ καὶ γένει τῷ βασιλέως τὸν αἰῶνα πάντα διοικεῖν ὥσπερ οὖν ἔλαχεν ἐκ Διὸς, τούτῳ τε τὸ πεπρωμένον ἐν εὐδαιμονίᾳ διάγειν παρασχὼν χρόνον παισὶν ἐκ παίδων τὴν διαδοχὴν τοῦ γένους τῇ τε πόλει καὶ σεαυτῷ διαφύλαττε.
← Önceki 8 / 8

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi