Thesauros Edebiyat Hitabet εἰς Ἐτεωνέα ἐπικήδειος

εἰς Ἐτεωνέα ἐπικήδειος

εἰς Ἐτεωνέα ἐπικήδειος Aristides, Aelius
80 τῶν ἐπαίνων ἤδη ταῦτα χρὴ δοκεῖν ἀκούειν τῶν κρειττόνων, καὶ οὕτως ἔχοντας τῆς ἀληθείας ἂν μᾶλλον τυγχάνειν νομίζειν κἀκείνῳ ποιεῖν κεχαρισμένα. καλὸν δὲ καὶ ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν οὔ τί που τέθνηκας λέγοντας, ἀλλʼ εἴπερ τις ἄλλος ἐν μέσοις ἀναστρέφει τοῖς εἰδόσι καὶ πολίταις καὶ ξένοις. ὦ βιοὺς μὲν ὡς ἐν ἱεροῖς καὶ τελευτήσας κρεῖττον ἢ κατʼ ἄνθρωπον. ὦ κόσμος καὶ φίλοις καὶ γένει καὶ πόλει, ὦ πρῶτα τῆς καθʼ ἡλικίαν ἀρετῆς ἔχων. τάδε σοι τὰ παρʼ ἡμῶν, τὰ δὲ λοιπὰ μελήσει τῇ πόλει κοινῇ.
← Önceki 6 / 6

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi