Thesauros Edebiyat Hitabet Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος Aristides, Aelius
90 τοὺς θεοὺς αὐτὸς αἰτιώτατος κατέστη. καὶ μὴν τά γε ὕστερον τί τις ἂν λέγοι; ἠνίασε δέ με καὶ ἡ παράκλησις αὐτοῦ, μυρία γὰρ δὴ ἐπὶ μυρίοις καὶ αὐτὸς παρὼν καὶ διὰ γραμμάτων ὕστερον ᾔτει με τῶν συγγραμμάτων τῶν ἐμῶν ἀναθεῖναι μετὰ τῶν ἄλλων βιβλίων ὑμῖν, ἐπαγγελλόμενος τάξιν αὐτοῖς τὴν πρώτην. ἐγὼ δʼ ἔτι ἐπισκέψασθαι αὐτὰ χρῄζων οὐκ εἶχον ὑπακοῦσαι. οὕτως οὔτε ἀνέγραψεν Ἀλέξανδρος βιβλία ἡμέτερα οὔτε ἔγνω τὰ πλείω. ἀλλὰ μὴν τήν γε ψῆφον ἣν ἤνεγκεν ἀεὶ περὶ τῶν λόγων τῶν ἡμετέρων, φθόνου μὲν οὐκ οἶδα εἰ κρείττω, μείζω δὲ ὑπερβολῆς ἤνεγκεν· ἃ πάντα καὶ μεμνῆσθαί με ἐκείνου καὶ συμφορὰν οὐ φαύλην ἄγειν τὸ συμβεβηκὸς ποιεῖ, καὶ προσέτι μὴ δοκεῖν πολυπραγμονεῖν πρὸς ὑμᾶς νυνὶ διαλεγόμενον. ἐβουλόμην δʼ ἂν καὶ τὸ σῶμα βέλτιον ἔχειν μοι τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως κἀμοί τι ἔχοιτε χρῆσθαι· ὡς ἐγὼ τοὺς ἐκείνῳ προσήκοντας ἴσον ἐμαυτῷ προσήκειν ὑπολαμβάνω.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi