Thesauros Edebiyat Hitabet Παναθηναϊκός

Παναθηναϊκός

Παναθηναϊκός Aristides, Aelius
144 προσεπεῖν. ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον. τί δὲ τοῦτο ἦν; ἐσκέψαντο μεταστῆσαι πρὸς αὑτοὺς τὴν πόλιν καὶ ψιλῶσαι τὸ Ἑλληνικὸν αὐτῆς, οὐ μόνον τὰ παρελθόντα συνειδότες, ἀλλὰ καὶ τὰ παρόντα ὁρῶντες ὡς διʼ ἐκείνων ἤγετο· πρὸς δὲ τούτοις καὶ τῶν ἐκ Δελφῶν λογίων, ὡς λέγεται, διαρρήδην μαρτυρούντων, εἰ γένοιντο Ἀθηναῖοι μετὰ τούτων, οἰχήσεσθαι τοῖς Ἕλλησι τὰ πράγματα. ἐδόκει δὴ τῷ βασιλεῖ καὶ τὸν φόβον ὠνουμένῳ καὶ τὸ κέρδος ἐνθυμουμένῳ πειρᾶσθαι τῆς πόλεως· καὶ πέμπει δὴ κήρυκας τἀναντία τοῖς πρόσθεν λέγοντας. ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε, οὐκ ἀπὸ ἴσου τοῦ μέτρου, ἀλλὰ τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν, τοῦτο δὲ τὴν λοιπὴν Ἑλλάδα δωρεὰν προσετίθει. χωρὶς δὲ τούτων ἐπῆν χρήματα ὑπὲρ πάνθʼ ὅσʼ ἐν Ἕλλησι καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως· ἐξ ὧν ὅτι καὶ μόνους ἐδεδίει καὶ μόνοις ἐθάρρει μᾶλλον ἢ πᾶσιν οἷς εἶχεν, εἰ πείσειεν, ἐμαρτύρει. καὶ τὸ μὲν κεφάλαιον τῆς πρεσβείας τοιοῦτον ἦν. ἐκηρύκευε δὲ Ἀλέξανδρος βασιλεὺς Μακεδονίας. οἱ δὲ τοσοῦτον ἀπέσχον τοῦ θαυμάσαι τὰς ἐπαγγελίας, ἢ καὶ σύμπαντα ἃ κέκτηται διδόντα ἄξια σφῶν εἶναι νομίσαι, ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας. οὐ μὴν οὐδὲ οὕτως ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἀλλʼ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη, καὶ τοῦ λοιποῦ προειπόντες ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα· καὶ ἅμα ἀγωγοὶ διὰ τῆς χώρας αὐτὸν ἦγον, ὅπως μήτε τις ἅψηται μήτε τῳ διαλέξηται. ταύτην ἐγὼ τὴν ἀπόκρισιν τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῶν τροπαίων οὐχ ἧττον ἀξίαν ἡγοῦμαι θαυμάσαι οὐδὲ ἐλάττω φιλοτιμίαν παρέχειν οὔτε τοῖς δοῦσιν οὔτε τῷ
145 πείσαντι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις καὶ τριήρεσι καὶ ὀργάνοις ἔδει προσχρήσασθαι, ἐνταῦθα δὲ τοῖς σφετέροις αὐτῶν καθαρῶς ἐχρήσαντο, γνώμῃ καὶ λόγῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi