Thesauros Edebiyat Hitabet Παναθηναϊκός

Παναθηναϊκός

Παναθηναϊκός Aristides, Aelius
96 θαλάττης θεωροῦντι. πρόκειται γὰρ ἀντʼ ἄλλου φυλακτηρίου τῆς Ἑλλάδος τὴν γιγνομένην τάξιν ἔχουσα πρώτη πρὸς ἥλιον ἀνίσχοντα, προμήκης εἰς τὸ πέλαγος, καὶ μάλα ἐναργὴς συμβαλεῖν ὅτι τῆς Ἑλλάδος ἐστὶν ἔρυμα ὑπὸ τῶν κρειττόνων πεποιημένον καὶ μόνῃ ταύτῃ κατὰ φύσιν ἔστιν ἡγεῖσθαι τοῦ γένους. εἶτα καὶ τῆς φιλανθρωπίας ὡσπερεὶ σύμβολον ἐκφέρει· προβαίνει γὰρ μέχρι πλείστου, τὴν θάλατταν ἡμεροῦσα, καὶ ταῖς νήσοις ἐγκαταμίγνυται, θεαμάτων ἥδιστον, ἤπειρος ἐν νήσοις, καὶ τούτων ἐνίων νοτιωτέρα, πρώτη μὲν τοῖς ἐκ τοῦ πελάγους ὡσπερεὶ χεῖρα προτείνουσα εἰς ὑποδοχὴν, παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας παρεχομένη κύκλῳ περὶ πᾶσαν ἑαυτὴν, ἔτι δὲ ἀκτὰς ἄλλας κατʼ ἄλλα μέρη τῆς τε θαλάττης καὶ ἑαυτῆς, καὶ πορθμοὺς πρὸς τὰς ἐπικειμένας νήσους οὐ πλέον διαλείποντας ἢ ὅσον αἱ νῆσοι πρὸς ἀλλήλας· ὥστε καὶ παραπλεῖν καὶ περιπλεῖν καὶ πεζεύειν καὶ ἔτι πελαγίους εἶναι διὰ τῆς Ἀττικῆς ὥσπερ ἐν πομπῇ κατʼ ἐξουσίαν τὸ πρὸς ἡδονὴν αἱρουμένους. αἱ δὲ ἐπίκεινται πανταχόθεν πεποικιλμέναι Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν, ὥσπερ τῆς θαλάττης ἐξεπίτηδες ἀνείσης ἀντὶ προαστείων τῇ πόλει, χοροῦ σχῆμα σώζουσαι, καὶ τὰ ἐκείνων κάλλη καὶ κόσμους τῆς πόλεως κάλλη καὶ κόσμους εἶναι συμβέβηκε. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις τὰ προπύλαια, καὶ σελήνην ἀστέρες ἐγκλείουσι, ποιητὴς ἂν εἴποι τις, μεῖζον φέρουσαι κέρδος ἢ ὅσον παρέχουσι· λέγω δὴ τοῦ προσοικεῖν. διʼ ἃ δὴ καὶ μόνῃ τῇ πόλει κυρίως ἄν
97 τις φαίη τὴν ἀρχὴν αὐτῶν συμβῆναι καὶ γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν, τοὺς δʼ ἄλλους νόθους εἰς τὴν θάλατταν ἐμβῆναι, ὥσπερ ὑποβολιμαίους, οὐ πατρικαῖς ταῖς νήσοις ἐπιθεμένους, ἀλλʼ ἁρπάσαντας τύχης ἀλογίᾳ, ὅπερ αὐτοὺς καὶ ταχέως πάλιν ἐξήλασε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi